§2.164.1ἔστι δὲ Αἰγυπτίων ἑπτὰ γένεα, καὶ τούτων οἳ μὲν ἱρέες οἳ δὲ μάχιμοι κεκλέαται, οἳ δὲ βουκόλοι οἳ δὲ συβῶται, οἳ δὲ κάπηλοι, οἳ δὲ ἑρμηνέες, οἳ δὲ κυβερνήται.
エジプト人には7つの階級があり、これらのうちある者は祭司、ある者は戦士と呼ばれ、ある者は牛飼い、ある者は豚飼い、ある者は商人、ある者は通訳、ある者は舵取りと呼ばれている。
γένεα μὲν Αἰγυπτίων τοσαῦτα ἐστί, οὐνόματα δέ σφι κέεται ἀπὸ τῶν τεχνέων.
エジプト人の階級はこれだけあり、彼らの名称は職業に由来している。
§2.164.2οἱ δὲ μάχιμοι αὐτῶν καλέονται μὲν Καλασίριές τε καὶ Ἑρμοτύβιες, ἐκ νομῶν δὲ τῶνδε εἰσί·
彼らのうち戦士たちはカラシリエスおよびヘルモテュビエスと呼ばれ、以下のノモス(県)の出身である。
κατὰ γὰρ δὴ νομοὺς Αἴγυπτος ἅπασα διαραίρηται.
というのも、エジプト全土はノモスに分割されているからである。