§2.163.1πυθόμενος δὲ καὶ ταῦτα ὁ Ἀπρίης ὥπλιζε τοὺς ἐπικούρους καὶ ἤλαυνε ἐπὶ τοὺς Αἰγυπτίους·
アプリエスはこれらをも知ると、傭兵たちを武装させ、エジプト人たちに対して軍を進めた。
εἶχε δὲ περὶ ἑωυτὸν Κᾶράς τε καὶ Ἴωνας ἄνδρας ἐπικούρους τρισμυρίους·
彼は自分の周囲に、カリア人とイオニア人の傭兵を3万人従えていた。
ἦν δέ οἱ τὰ βασιλήια ἐν Σάι πόλι, μεγάλα ἐόντα καὶ ἀξιοθέητα.
彼の宮殿はサイスの町にあり、大規模で見事なものであった。
§2.163.2καὶ οἵ τε περὶ τὸν Ἀπρίην ἐπὶ τοὺς Αἰγυπτίους ἤισαν καὶ οἱ περὶ τὸν Ἄμασιν ἐπὶ τοὺς ξείνους·
こうして、アプリエスの陣営はエジプト人たちに向かって進み、アマシスの陣営は異邦人たちに向かって進んだ。
ἔν τε δὴ Μωμέμφι πόλι ἐγένοντο ἀμφότεροι καὶ πειρήσεσθαι ἔμελλον ἀλλήλων.
両者はモメンフィスの町に到達し、お互いに戦おうとしていた。