§2.145.1ἐν Ἕλλησι μέν νυν νεώτατοι τῶν θεῶν νομίζονται εἶναι Ἡρακλέης τε καὶ Διόνυσος καὶ Πάν, παρʼ Αἰγυπτίοισι δὲ Πὰν μὲν ἀρχαιότατος καὶ τῶν ὀκτὼ τῶν πρώτων λεγομένων θεῶν, Ἡρακλέης δὲ τῶν δευτέρων τῶν δυώδεκα λεγομένων εἶναι, Διόνυσος δὲ τῶν τρίτων, οἳ ἐκ τῶν δυώδεκα θεῶν ἐγένοντο.
ギリシア人の間では、ヘラクラスとディオニュソスとパンが神々の中で最も若いとみなされているが、エジプト人の間では、パンは最も古く、最初の八神と呼ばれる神々の一員であり、ヘラクレスは十二神と呼ばれる第二世代の神々の一員であり、ディオニュソスは十二神から生まれた第三世代の神々の一員であるとされる。
§2.145.2Ἡρακλέι μὲν δὴ ὅσα αὐτοὶ Αἰγύπτιοι φασὶ εἶναι ἔτεα ἐς Ἄμασιν βασιλέα, δεδήλωταί μοι πρόσθε·
ヘラクレスについては、エジプト人自身がアマシス王までに何年あったと言っているかは、すでに私によって前に明らかにされた。
Πανὶ δὲ ἔτι τούτων πλέονα λέγεται εἶναι, Διονύσῳ δʼ ἐλάχιστα τούτων, καὶ τούτῳ πεντακισχίλια καὶ μύρια λογίζονται εἶναι ἐς Ἄμασιν βασιλέα.
パンについてはこれらよりもさらに多くの年数があると言われ、ディオニュソスについてはこれらの中で最も少なく、彼についてはアマシス王までに1万5000年があると数えられている。
§2.145.3καὶ ταῦτα Αἰγύπτιοι ἀτρεκέως φασὶ ἐπίστασθαι, αἰεί τε λογιζόμενοι καὶ αἰεὶ ἀπογραφόμενοι τὰ ἔτεα.
そしてこれらのことをエジプト人たちは正確に知っていると主張している。 彼らは常にその年数を計算し、常に記録しているからである。
§2.145.4Διονύσῳ μέν νυν τῷ ἐκ Σεμέλης τῆς Κάδμου λεγομένῳ γενέσθαι κατὰ ἑξακόσια ἔτεα καὶ χίλια μάλιστα ἐστὶ ἐς ἐμέ, Ἡρακλέι δὲ τῷ Ἀλκμήνης κατὰ εἰνακόσια ἔτεα·
カドモスの娘セメレから生まれたとされるディオニュソスについては、私までにおよそ1600年であり、アルクメネの息子ヘラクレスについてはおよそ900年である。
Πανὶ δὲ τῷ ἐκ Πηνελόπης (ἐκ ταύτης γὰρ καὶ Ἑρμέω λέγεται γενέσθαι ὑπὸ Ἑλλήνων ὁ Πάν) ἐλάσσω ἔτεα ἐστὶ τῶν Τρωικῶν, κατὰ ὀκτακόσια μάλιστα ἐς ἐμέ.
ペネロペから生まれたパンについては(ギリシア人によれば、パンは彼女とヘルメスから生まれたと言われているが)、トロイア戦争の時代よりも少ない年数、すなわち私までにおよそ800年である。