Humanitext Reader

希罗多德 · 历史 §2.145.1-2.145.4

希腊与埃及关于诸神年代的差异

第 367 段,共 1577 段 · 希腊语

内容简介

本文以赫拉克勒斯、狄奥尼索斯和潘为例,论述了希腊人和埃及人之间关于神明起源年代的差异,指出埃及人认为他们是非常古老的或属于更早世代的神明。

§2.145.1ἐν Ἕλλησι μέν νυν νεώτατοι τῶν θεῶν νομίζονται εἶναι Ἡρακλέης τε καὶ Διόνυσος καὶ Πάν, παρʼ Αἰγυπτίοισι δὲ Πὰν μὲν ἀρχαιότατος καὶ τῶν ὀκτὼ τῶν πρώτων λεγομένων θεῶν, Ἡρακλέης δὲ τῶν δευτέρων τῶν δυώδεκα λεγομένων εἶναι, Διόνυσος δὲ τῶν τρίτων, οἳ ἐκ τῶν δυώδεκα θεῶν ἐγένοντο.
在希腊人中,赫拉克勒斯、狄奥尼索斯和潘被认为是神明中最年轻的;但在埃及人中,潘是最古老的,属于所谓的最初的八神,赫拉克勒斯则属于所谓的第二代的十二神,狄奥尼索斯则属于由这十二神所生的第三代神明。
§2.145.2Ἡρακλέι μὲν δὴ ὅσα αὐτοὶ Αἰγύπτιοι φασὶ εἶναι ἔτεα ἐς Ἄμασιν βασιλέα, δεδήλωταί μοι πρόσθε· Πανὶ δὲ ἔτι τούτων πλέονα λέγεται εἶναι, Διονύσῳ δʼ ἐλάχιστα τούτων, καὶ τούτῳ πεντακισχίλια καὶ μύρια λογίζονται εἶναι ἐς Ἄμασιν βασιλέα.
关于赫拉克勒斯,埃及人自己所说直到阿玛西斯国王为止有多少年,此前我已经说明过了;关于潘,据说其年代比这些还要多,而关于狄奥尼索斯则是其中最少的,关于他,他们计算直到阿玛西斯国王为止有一万五千载。
§2.145.3καὶ ταῦτα Αἰγύπτιοι ἀτρεκέως φασὶ ἐπίστασθαι, αἰεί τε λογιζόμενοι καὶ αἰεὶ ἀπογραφόμενοι τὰ ἔτεα.
埃及人声称他们确切地知道这些,因为他们一直计算并一直记录着年数。
§2.145.4Διονύσῳ μέν νυν τῷ ἐκ Σεμέλης τῆς Κάδμου λεγομένῳ γενέσθαι κατὰ ἑξακόσια ἔτεα καὶ χίλια μάλιστα ἐστὶ ἐς ἐμέ, Ἡρακλέι δὲ τῷ Ἀλκμήνης κατὰ εἰνακόσια ἔτεα· Πανὶ δὲ τῷ ἐκ Πηνελόπης (ἐκ ταύτης γὰρ καὶ Ἑρμέω λέγεται γενέσθαι ὑπὸ Ἑλλήνων ὁ Πάν) ἐλάσσω ἔτεα ἐστὶ τῶν Τρωικῶν, κατὰ ὀκτακόσια μάλιστα ἐς ἐμέ.
对于被称为由卡德摩斯之女塞墨勒所生的狄奥尼索斯而言,直到我这一代大约是一千六百年;对于阿尔克墨涅之子赫拉克勒斯而言,大约是九百年;而对于珀涅罗珀所生的潘而言(因为希腊人说潘是由她和赫尔墨斯所生),其年数少于特洛伊战争的时代,直到我这一代大约是八百年。

词汇与语法注释

  1. §2.145.2Ἡρακλέι — 置于句首的与格 Ἡρακλέι 与后文的 Πανὶ 和 Διονύσῳ 相同,作关系与格(“关于赫拉克勒斯”)。这须与依存主句动词 δεδήλωται、指代作者的施事与格 μοι 区别开来。
  2. §2.145.4τῶν Τρωικῶν — 该属格是隶属于比较级 ἐλάσσω 的比较属格(genitivus comparationis),指代“特洛伊战争(的时代)”。

引用这一段

希罗多德, 历史 §2.145.1-2.145.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.145.1-2.145.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。