§2.142.1ἐς μὲν τοσόνδε τοῦ λόγου Αἰγύπτιοί τε καὶ οἱ ἱρέες ἔλεγον, ἀποδεικνύντες ἀπὸ τοῦ πρώτου βασιλέος ἐς τοῦ Ἡφαίστου τὸν ἱρέα τοῦτον τὸν τελευταῖον βασιλεύσαντα μίαν τε καὶ τεσσεράκοντα καὶ τριηκοσίας γενεὰς ἀνθρώπων γενομένας, καὶ ἐν ταύτῃσι ἀρχιερέας καὶ βασιλέας ἑκατέρους τοσούτους γενομένους.
エジプト人たちと神官たちはこれほどの話までを語り、最初の王から最後に王となったこのヘパイストスの神官に至るまでに、人間の世代にして三百四十一世代が数えられ、そしてこれらの世代の中で大神官と王がそれぞれ同数だけ出たことを示した。
§2.142.2καίτοι τριηκόσιαι μὲν ἀνδρῶν γενεαὶ δυνέαται μύρια ἔτεα·
ところで、人間の三百世代は一万年に相当する。
γενεαὶ γὰρ τρεῖς ἀνδρῶν ἑκατὸν ἔτεα ἐστί·
人間の三世代が百年に当たるからである。
μιῆς δὲ καὶ τεσσεράκοντα ἔτι τῶν ἐπιλοίπων γενεέων, αἳ ἐπῆσαν τῇσι τριηκοσίῃσι, ἐστὶ τεσσεράκοντα καὶ τριηκόσια καὶ χίλια ἔτεα.
そして、三百世代に上乗せされた残りの四十一世代は、千三百四十年になる。
§2.142.3οὕτω ἐν μυρίοισί τε ἔτεσι καὶ χιλίοισι καὶ τριηκοσίοισί τε καὶ τεσσεράκοντα ἔλεγον θεὸν ἀνθρωποειδέα οὐδένα γενέσθαι·
このように、一万一千三百四十年の間に、人間の姿をした神は一人も現れなかったと彼らは語った。
οὐ μέντοι οὐδὲ πρότερον οὐδὲ ὕστερον ἐν τοῖσι ὑπολοίποισι Αἰγύπτου βασιλεῦσι γενομένοισι ἔλεγον οὐδὲν τοιοῦτο.
もっとも、それより前にも後にも、エジプトのその他の王たちの下でそのようなことは一切起こらなかったとも彼らは言った。
§2.142.4ἐν τοίνυν τούτῳ τῷ χρόνῳ τετράκις ἔλεγον ἐξ ἠθέων τὸν ἥλιον ἀνατεῖλαι·
そこで、この期間中に、太陽が通常の軌道から外れて四度昇ったと彼らは語った。
ἔνθα τε νῦν καταδύεται, ἐνθεῦτεν δὶς ἐπαντεῖλαι, καὶ ἔνθεν νῦν ἀνατέλλει, ἐνθαῦτα δὶς καταδῦναι.
すなわち、現在沈む場所から二度昇り、現在昇る場所へ二度沈んだというのである。
καὶ οὐδὲν τῶν κατʼ Αἴγυπτον ὑπὸ ταῦτα ἑτεροιωθῆναι, οὔτε τὰ ἐκ τῆς γῆς οὔτε τὰ ἐκ τοῦ ποταμοῦ σφι γινόμενα, οὔτε τὰ ἀμφὶ νούσους οὔτε τὰ κατὰ τοὺς θανάτους.
そして、これらの出来事によっても、エジプトにおける事物は、大地の恵みも、川から彼らにもたらされるものも、病気に関する事柄も、死に関する事柄も、何一つ変化しなかった。