Humanitext Reader

ヘロドトス · 歴史 §2.141.1-2.141.6

神官セトンの即位と野ネズミの奇跡

363 / 1577 箇所 · ギリシア語

要旨

ヘパイストスの神官セトンが王となるが、戦士階級を冷遇したためアッシリア王サナカリボスの侵攻時に協力を拒まれる。しかし夢で神の助けを約束されたセトンは庶民からなる軍を率いて出陣し、夜間に野ネズミが敵の武器を食い荒らしたことで勝利を収める。

§2.141.1μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου, τῷ οὔνομα εἶναι Σεθῶν·
この男の後に、セトンという名であるヘパイストスの神官が王となった。
τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν, ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτούς, καί σφεας ἀπελέσθαι τὰς ἀρούρας· τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας.
彼はエジプトの戦士たちを、彼らを必要とすることなど全くないだろうと侮って軽視し、彼らに対して他にも数々の無礼を働いただけでなく、歴代の王たちの下で各人に特別の特権として与えられていた十二アロウラの自作地を彼らから奪い取った。
§2.141.2μετὰ δὲ ἐπʼ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων·
その後に、アラビア人とアッシリア人の王サナカリボスが、大軍を率いてエジプトへ進軍してきた。
οὔκων δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν.
そこで、エジプトの戦士たちは援護に向かうことを拒んだ。
§2.141.3τὸν δʼ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν.
窮地に追い込まれた神官は、神殿の奥の部屋に入り、神像の前で自分がどのような危機を被ろうとしているかを嘆き悲しんだ。
ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον, καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν· αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς.
彼が嘆いていると眠気が襲い、夢の中で神が彼の傍らに立って、アラビア人の軍勢に立ち向かっても不快な目には一切遭わないからと勇気づけ、神自身が彼に助け手を送るであろうと告げるのを見た。
§2.141.4τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι, παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι, στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ·
この夢を固く信じた彼は、自分に従うことを望むエジプト人たちを連れて、ペルシオンに陣を張った。
ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί·
そこがエジプトへの入り口だからである。
ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν, καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους.
彼に従ったのは、戦士階級の者は一人もおらず、商人や職人、そして市場の者たちだけであった。
§2.141.5ἐνθαῦτα ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα, πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα, ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς.
敵軍がそこに到着したとき、夜の間に無数の野ネズミが彼らのもとに押し寄せ、彼らの矢筒を食い破り、弓を、さらには盾の取っ手をかじり尽くした。 そのため、翌日、武器を持たないまま逃亡する彼らの多くが討ち死にした。
§2.141.6καὶ νῦν οὗτος ὁ βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος, ἔχων ἐπὶ τῆς χειρὸς μῦν, λέγων διὰ γραμμάτων τάδε·
そして今も、この王の石像がヘパイストスの神殿の中に立っており、手にはネズミを載せて、碑文によって次のように語りかけている。
ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω.
「私を見る者は誰でも、神を敬う者となれ。 」

語釈・文法注

  1. §2.141.1τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν — 間接話法における対格不定詞構文(主語 τὸν、動詞 ἔχειν)。分詞 παραχρησάμενον は τὸν に係り、属格の τῶν μαχίμων Αἰγυπτίων を支配する。ὡς οὐδὲν δεησόμενον は ὡς を伴う対格絶対(あるいは形容詞的に τὸν に一致する分詞句)で、主語であるセトンの主観的な理由(「彼らを全く必要としないだろうとして」)を表す。
  2. §2.141.1σφεας ἀπελέσθαι τὰς ἀρούρας — 奪取を表す動詞 ἀπαιρέω / ἀποαιρέω のアオリスト不定詞 ἀπελέσθαι は、奪う相手(σφέας、対格)と奪うもの(τὰς ἀρούρας、対格)の二重対格をとる性質がある。
  3. §2.141.3ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον — 間接話法の不定詞節において、不定詞 ἐπελθεῖν(襲う、訪れる)の意味上の主語は対格 ὕπνον(眠り)であり、目的語は対格の μιν(彼を)である。現在分詞 ὀλοφυρόμενον は目的語の μιν を修飾する。
  4. §2.141.5ἐνθαῦτα ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους — 与格の ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι(そこへ到着した敵たちに対して)は、分詞 ἐπιχυθέντας(押し寄せた)に係ると解釈される(ἐπιχέομαι は与格を支配する)。対格の μῦς ἀρουραίους が文の主語であり、これに一致して分詞 ἐπιχυθέντας も対格複数形を採る。

この箇所を引用する

ヘロドトス, 歴史 §2.141.1-2.141.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.141.1-2.141.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。