§2.141.1μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου, τῷ οὔνομα εἶναι Σεθῶν·
据他们说,在此人之后,一位名叫塞通的赫菲斯托斯祭司成为了国王。
τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν, ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτούς, καί σφεας ἀπελέσθαι τὰς ἀρούρας· τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας.
他轻视并冷落埃及的战士们,认为自己根本不需要他们。 他不仅对他们做出其他侮辱性的举动,还剥夺了他们的土地——在以前的国王统治下,每人曾被特许赐予十二阿洛拉的土地。
§2.141.2μετὰ δὲ ἐπʼ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων· οὔκων δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν.
此后,阿拉伯人和亚述人的国王辛那赫里布率大军进犯埃及;因此,埃及的战士们拒绝前去救援。
§2.141.3τὸν δʼ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν.
陷入绝境的祭司走进神殿深处,在神像前哀诉自己将要面临的危险。
ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον, καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν· αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς.
在他哀哭时,睡意袭来,在幻象中,他似乎看到神站在他身边鼓励他,说他去迎击阿拉伯人的军队时不会遭遇任何不幸,因为神自己会为他派去援助者。
§2.141.4τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι, παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι, στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ· ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί·
他深信这些梦兆,便带领愿意跟随他的埃及人,在培琉锡乌姆安营扎寨,因为那里是进入埃及的通道。
ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν, καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους.
跟随他的没有一个战士,只有商贩、手工业者和集市上的平民。
§2.141.5ἐνθαῦτα ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα, πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα, ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς.
当敌人抵达该地后,夜间有无数田鼠涌向他们,咬烂了他们的箭筒和弓,甚至是盾牌的把手,以至于第二天他们在毫无武装的情况下逃跑时,有许多人被击杀。
§2.141.6καὶ νῦν οὗτος ὁ βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος, ἔχων ἐπὶ τῆς χειρὸς μῦν, λέγων διὰ γραμμάτων τάδε· ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω.
直到今天,这位国王的石像仍立在赫菲斯托斯的神庙中,手里捧着一只老鼠,通过碑文诉说着这样的话: “凡注视我的人,都应当敬畏神明。 ”