Humanitext Reader

ヘロドトス · 歴史 §1.32.1-1.32.9

ソロンの説く人生の変転と真の幸福の条件

32 / 1577 箇所 · ギリシア語

要旨

ソロンは神が嫉妬深く人間はすべて運命に左右されると説き、七十年の生涯における日々の変化の大きさを具体的に計算して示す。そして、裕福な王であっても人生を無事に終えるまでは「幸福」とは呼べず、単に「幸運」と呼ぶべきであるとクロイソスに諭す。

§1.32.1Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι, Κροῖσος δὲ σπερχθεὶς εἶπε ὦ ξεῖνε Ἀθηναῖε, ἡ δʼ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας;
ソロンは確かに幸福の第二位を彼らに与えたが、クロイソスは腹を立てて言った。 「アテナイの客人よ、余の幸福はそなたにとってこのように無に等しいまでに投げ捨てられ、余を一般の男たちにさえ及ばない者としたのか。
ὁ δὲ εἶπε ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι.
」するとソロンは言った。 「クロイソス殿、神なるものはすべて嫉妬深く、人を混乱に陥れるものであると知っている私に対して、あなたは人間の境遇について尋ねておられる。
§1.32.2ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει, πολλὰ δὲ καὶ παθεῖν.
長い歳月の間には、人が望まない多くのことを見ねばならず、また多くのことを被らねばならないからです。
ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι.
私は人間の生涯の限界を七十年に置きます。
§1.32.3οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας, ἐμβολίμου μηνὸς μὴ γινομένου·
この七十年間は、閏月が入らないとすれば、二万五千二百日となります。
εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον, μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε, ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα.
しかし、季節がめぐって然るべき時期に合致するために、二年に一度、一ヶ月長くすることを望むならば、七十年間に対する閏月は三十五ヶ月となり、これらの月による日数は千五十日となります。
§1.32.4τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα, ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα.
七十年のうちにあるこれらすべての日数、すなわち二万六千二百五十日のうち、その中の一日として、他の一日と全く同じ出来事をもたらす日はありません。
οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή.
それゆえ、クロイソス殿、人間とはすべて偶然の出来事にすぎないのです。
§1.32.5ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων·
私にとって、あなたは非常に富裕であり、多くの人々の王であるように見えます。
ἐκεῖνο δὲ τὸ εἴρεό με, οὔκω σε ἐγὼ λέγω, πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι.
しかし、あなたが私にお尋ねになったあの点については、あなたがその生涯を立派に終えたと私が聞き知るまでは、あなたをそのように呼ぶことはありません。
οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπʼ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί, εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον.
なぜなら、きわめて富裕な者といえども、すべてにおいて良きものを保ったまま人生を良く終えるという幸運が付き従わない限り、その日暮らしの者よりも幸福であるということはまったくないからです。
πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί, πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες.
実際、きわめて富裕でありながら不運な人間も多く、適度な暮らしを送りながら幸運な者も多くいるのです。
§1.32.6ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον, οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι·
確かに、きわめて富裕でありながら不運な者は、ただ二つの点でのみ幸運な者より優っていますが、後者は富裕で不運な者に対して多くの点で優っています。
ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος, ὁ δὲ τοῖσιδε προέχει ἐκείνου·
前者は欲望を満たすことと、襲いかかる大きな災厄に耐えることにおいて、より力がありますが、後者は次のような点において前者より優っています。
ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι, ταῦτα δὲ ἡ εὐτυχίη οἱ ἀπερύκει, ἄπηρος δὲ ἐστί, ἄνουσος, ἀπαθὴς κακῶν, εὔπαις, εὐειδής.
すなわち、災厄や欲望を前者と同じようには耐え抜く力はないものの、幸運が彼からこれらを遠ざけてくれ、さらに五体満足で、病気にかからず、不幸を経験せず、子宝に恵まれ、容姿端麗であることです。
§1.32.7εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ, οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις, ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί·
もしこれらのことに加えて、さらにその生涯をよく終えるならば、この者こそあなたが探し求めているその人であり、幸福な者と呼ばれるに値します。
πρὶν δʼ ἂν τελευτήσῃ, ἐπισχεῖν, μηδὲ καλέειν κω ὄλβιον ἀλλʼ εὐτυχέα.
しかし死ぬまでは、判断を差し控え、まだ幸福な者とは呼ばず、ただ幸運な者と呼ぶべきです。
§1.32.8τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί, ὥσπερ χωρῇ οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα, ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται·
人間である以上、これらすべてを一身に備えることは不可能です。 それはちょうど、いかなる土地も自分自身にすべてのものを供給して自足することはできず、あるものは持っているが他のものは欠いており、最も多くのものを持つ土地が最良であるのと同じです。
ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ, αὕτη ἀρίστη. ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί·
同様に、人間の身体も単独で自足しているものは何一つありません。
τὸ μὲν γὰρ ἔχει, ἄλλου δὲ ἐνδεές ἐστι·
あるものは持っているが、他のものが欠けているからです。
§1.32.9ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον, οὗτος παρʼ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι.
これら好都合な条件を最も多く持ち続け、その上で人生を満足のいく形で終える者、王よ、この者こそ私において、この称号を帯びるにふさわしいのです。
σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν, κῇ ἀποβήσεται·
あらゆる事柄において、その結末がどうなるかを見極める必要があります。
πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε.
なぜなら神は、多くの者に幸福の兆しを垣間見せながらも、彼らを根こそぎ覆してこられたからです。 」

語釈・文法注

  1. §1.32.1ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες — 主動詞 `ἐπειρωτᾷς`(尋ねる)の直接目的語である対格 `με` を、分詞 `ἐπιστάμενον` が修飾している。`τὸ θεῖον` から `ταραχῶδες` までは `ἐπιστάμενον` の目的語(対格不定詞構文に準ずる構造)として機能している。
  2. §1.32.5ἐκεῖνο δὲ τὸ εἴρεό με, οὔκω σε ἐγὼ λέγω — 先取り的(prolepsis)な構造。文頭の `ἐκεῖνο`(およびその同格語句 `τὸ εἴρεό με` 「あなたが私に尋ねたこと」)が強調のために主題化されている。主節の動詞 `λέγω`(〜と呼ぶ)は、目的語の対格 `σε`(あなたを)と、省略された述語対格(「幸福な者」)を伴う二重対格の構造。
  3. §1.32.7πρὶν δʼ ἂν τελευτήσῃ, ἐπισχεῖν — 不定詞 `ἐπισχεῖν` は、独立して命令や義務を表す「命令的不定詞」(imperative infinitive)として機能しており、暗黙のうちに `χρή`(〜すべきである)や `δεῖ` の意味を含んでいる。
  4. §1.32.9ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ — 接続法 `διατελέῃ` は `ἄν` を伴って一般化関係節を形成する。動詞 `διατελέω` は現在分詞 `ἔχων` を伴い、「〜し続ける」という継続のアスペクトを表現する補助的な役割を果たしている。

この箇所を引用する

ヘロドトス, 歴史 §1.32.1-1.32.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.32.1-1.32.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。