§1.18.1ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα, ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο, ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
彼はこのようにして十一年にわたって戦い続けたが、その間にミレトス人には二度に及ぶ大敗北が、すなわち彼らが自国の領地であるリメネイオンにおいて戦った時と、マイアンドロス平原において戦った時とに生じた。
§1.18.2τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης ὁ Ἄρδυος ἔτι Λυδῶν ἦρχε, ὁ καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατιήν·
この十一年のうち最初の六年間は、アルデュスの子サデュアッテスがなおもリディア人を支配しており、この時期にミレトス領へ軍勢を侵入させていたのも彼であった。
Σαδυάττης οὗτος γὰρ καὶ ὁ τὸν πόλεμον ἦν συνάψας·
というのも、このサデュアッテスこそがその戦争を始めた者であったからである。
τὰ δὲ πέντε τῶν ἐτέων τὰ ἑπόμενα τοῖσι ἓξ Ἀλυάττης ὁ Σαδυάττεω ἐπολέμεε, ὃς παραδεξάμενος, ὡς καὶ πρότερον μοι δεδήλωται, παρὰ τοῦ πατρὸς τὸν πόλεμον προσεῖχε ἐντεταμένως.
そして、その六年に続く五年間は、サデュアッテスの子アリュアッテスが戦った。 彼は、私が先にも明らかにしたように、父から戦争を引き継ぎ、精力的にこれに専念した。
§1.18.3τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι.
ミレトス人に対して、イオニア人のうちでこの戦争の重荷を共に軽くしようとした者は、ただキオス人をおいて他には誰もいなかった。
οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον·
彼らは、同じ恩義を返すために支援したのである。
καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν.
というのも、実にそれ以前に、ミレトス人がキオス人のためにエリトュライ人との戦争を共に戦い抜いたことがあったからである。