§1.18.1ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα, ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο, ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
他以此种方式进行了十一年的战争,在此期间米利都人遭受了两次重大惨败,一次是在他们自己领土内的利梅内翁交战时,另一次是在迈安德罗斯平原。
§1.18.2τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης ὁ Ἄρδυος ἔτι Λυδῶν ἦρχε, ὁ καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατιήν· Σαδυάττης οὗτος γὰρ καὶ ὁ τὸν πόλεμον ἦν συνάψας·
在这十一年之中,前六年仍由阿尔迪斯之子萨迪亚特斯统治吕底亚人,他也是当时率军入侵米利都领土的人;因为正是这位萨迪亚特斯挑起了这场战争。
τὰ δὲ πέντε τῶν ἐτέων τὰ ἑπόμενα τοῖσι ἓξ Ἀλυάττης ὁ Σαδυάττεω ἐπολέμεε, ὃς παραδεξάμενος, ὡς καὶ πρότερον μοι δεδήλωται, παρὰ τοῦ πατρὸς τὸν πόλεμον προσεῖχε ἐντεταμένως.
而在那六年之后的五年里,萨迪亚特斯之子阿吕亚特斯继续作战,正如我此前所表明的,他从父亲那里继承了这场战争,并全力以赴。
§1.18.3τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι.
在伊奥尼亚人中,除了唯独奇奥斯人之外,没有任何人帮米利都人分担这场战争的重荷。
οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον· καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν.
而奇奥斯人是为了投桃报李才提供援助的;因为在此之前,米利都人确实曾帮助奇奥斯人共同打完了他们对抗埃里特赖人的战争。