Humanitext Reader

ホメロス風讃歌 · 第3歌 アポロン讃歌 §415-482

クリサ到着とクレータ人の神官任命

7 / 8 箇所 · ギリシア語

要旨

アポロンの導きによってクレータ人の船はクリサの港に到着する。アポロンは星、次いで若者の姿となって彼らの前に現れ、自らの正体を明かして彼らを神殿の神官に任命する。

§415φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι, §416εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον §417ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
その偉大なる驚異を心にとどめ、自らの目で見届けるために、怪物が底の深い船の甲板に留まるか、それとも再び魚の多い海の波間へと飛び去るかを見るために。
§418ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, §419ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
しかし、よく造られた船は舵に従おうとせず、むしろ肥沃なペロポネソスに沿って、進路を進んでいった。
§420ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων §421ῥηιδίως ἴθυνʼ·
遠矢を射る王アポロンが、風を送りたやすく船を導いた。
ἣ δὲ πρήσσουσα κέλευθον §422Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν §423καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ §424καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.
船は航路を進み、アレネと麗しきアルギュペエへと至り、アルペイオスの渡し場であるテュリオン、よく建てられたアイピュ、そして砂の多いピュロスとピュロス生まれの人々のもとに至った。
§425βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην §426ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
船はさらにクルノイとカルキスを通り、デュメを過ぎ、エペイオス人が支配する神聖なエリスを通り過ぎた。
§427εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, §428καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο §429Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
フェライに差し掛かったとき、ゼウスの追い風に喜びながら、雲の合間から彼らにイタケの険しい山が姿を現し、ドゥリキオン、サメ、そして木々の生い茂るザキュントスも見えた。
§430ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν §431καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων, §432ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει· §433ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
だが、ペロポネソスをすべて通り過ぎ、肥沃なペロポネソスを切り離すクリサの果てしない湾が見えてきたとき、ゼウスの定めにより、澄み渡った空から強い西風ゼピュロスが吹き降り、天空から激しく吹き荒れた。
§434λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα §435νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
船が素早く走り、海の塩水を切り裂いて進むために。
§436ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε §437ἔπλεον·
それから彼らは再び、東に向かって航海した。
ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
ゼウスの息子、王アポロンが彼らを先導した。
§438ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν, §439ἐς λιμένʼ·
そして彼らは日当たりの良い、葡萄の豊かなクリサの港へと到着した。
ἣ δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
海を行く船は砂浜に乗り上げた。
§440ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων, §441ἀστέρι εἰδόμενος μέσῳ ἤματι·
そこで、遠矢を射る王アポロンは、船から飛び降りた、真昼の星のような姿で。
τοῦ δʼ ἀπὸ πολλαὶ §442σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν·
彼からは多くの火花が飛び散り、その輝きは天に達した。
§443ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
彼は、尊い三脚釜を通り抜けて、神殿の奥の院へと入っていった。
§444ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·
そこで彼は自らの矢を示しながら、炎を燃え立たせた。
§445πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας·
クリサ全体がその輝きに満たされた。
αἳ δʼ ὀλόλυξαν §446Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες §447Φοίβου ὑπὸ ῥιπῆς·
クリサの妻たちと美しい帯をした娘たちは、高声で叫び声をあげた、ポイボスの放つ輝きに恐れおののいて。
μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ.
すべての人に強い恐怖が襲いかかったからである。
§448ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι, §449ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, §450πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·
そこから再び、彼は思考のように素早く飛び立ち、たくましく力強い若者の姿となって、豊かな髪を広い肩になびかせながら。
§451καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして声をかけ、翼ある言葉を語りかけた。
§452<milestone type="startquote"> ὦ ξεῖνοι, τίνες ἐστέ;
<milestone type="startquote"> 「旅人たちよ、お前たちは誰か?
πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
どこから水路を航海してきたのか?
§453ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε §454οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται §455ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
商売のためか、それとも海賊のように目的もなく海をさまよい、自らの命を危険にさらしながら、他国の人々に災いをもたらしているのか?
§456τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν §457ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
なぜそのようにおののいて座り、陸に上がろうともせず、黒い船の帆具を片付けようともしないのか?
§458αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων, §459ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ §460ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας §461σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
これこそは、海から黒い船で陸地へとやってきて、疲労困憊した働き者の男たちの常であり、疲労困憊してやってきたときに、すぐに彼らを甘い食べ物への欲望が彼らの心を満たすものだというのに。
<milestone type="endquote"> §462ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
」 <milestone type="endquote"> 彼はこう語り、彼らの胸に勇気を与えた。
§463τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
クレータ人の指導者が彼に向かって答えた。
§464<milestone type="startquote"> ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας, §465οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν,
<milestone type="startquote"> 「旅人よ、あなたは姿も体つきも死すべき人間に似ておらず、不死の神々に似ている。
§466οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
健やかであれ、大いに喜べ。 神々があなたに幸福を与えんことを。
§467καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ·
私がよく知ることができるよう、これを真実語ってほしい。
§468τίς δῆμος; τίς γαῖα;
ここはどこの地で、どこの国か?
τίνες βροτοὶ ἐγγεγάασιν;
どのような人々が住んでいるのか?
§469ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα §470ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι·
私たちは別の目的を持って、広い海を航海していたのだ、クレータからピュロスへと。 そこが私たちの故郷なのだ。
§471νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
だが今、私たちは望まぬままに船とともにここに流れ着いた。
§472νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·
帰還を望みながらも、別の道、別の航路をたどったのだ。
§473ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας. <milestone type="endquote">
不死の神のどなたかが、望まぬ私たちをここへ導いたのだ。
§474τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
」 <milestone type="endquote"> 遠矢を射るアポロンは、彼らに答えて言った。
§475<milestone type="startquote"> ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
<milestone type="startquote"> 「旅人たちよ、かつては木々の生い茂るクノッソスに住んでいた者たちよ。
§476τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε §477ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος §478ἔς τε φίλας ἀλόχους·
だが今や、お前たちが各自の愛する都市や美しい家、そして愛する妻のもとへ戻ることは二度とない。
ἀλλʼ ἐνθάδε πίονα νηὸν §479ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
むしろ、お前たちはここに、私の豊かな神殿を多くの人々から崇められる者として預かることになるのだ。
§480εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
私はゼウスの息子であり、アポロンと名乗る者である。
§481ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
私はお前たちを悪意からではなく、海の広い広がりを超えてここへ導いたのだ。
§482οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν
何ら悪意を持ってのことではなく、ここに豊かな神殿を……」

語釈・文法注

  1. §415φράσσασθαι — 不定詞 φράσσασθαι と ἰδέσθαι は、直前の §414 の主動詞 ἔθελον(〜したいと望んだ)にかかる目的または結果を表す副詞的用法。船を留めて上陸しようとしたクレータ人の意図を補足説明している。
  2. §456ἧσθον — 動詞 ἧμαι(座る)の二人称双数半過去形(あるいは現在形)。語りかける相手はクレータ人たち(複数)であるが、叙事詩の言語では、しばしば双数形が複数形の意味、または複数形との混同によって用いられる。
  3. §464ἐπεὶ οὐ μὲν γάρ — 理由を示す接続詞 ἐπεί と γάρ が重ねて用いられている。叙事詩において、前提となる理由を強く提示する不変化詞の連続である。

この箇所を引用する

ホメロス風讃歌, 第3歌 アポロン讃歌 §415-482. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg003.humanitext-grc2:415-482

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。