Humanitext Reader

ホメロス · オデュッセイア §24.482-24.548

アテナの介入とイタケにおける和平の誓約

173 / 173 箇所 · ギリシア語

要旨

ゼウスとアテナはオデュッセウスの王権維持と両者の和平合意を決定し、アテナは地上に降る。追撃するイタケの遺族とオデュッセウス一行の間で戦闘が始まるが、アテナの介入とゼウスの雷電によって和平の誓いが切り結ばれる。

§24.482ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, §24.483ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
高貴なオデュッセウスが求婚者たちに報復した今、双方が固い誓いを交わした上で、彼は永遠に王として君臨するがよい。
§24.484ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο §24.485ἔκλησιν θέωμεν·
一方、我々は、子供たちや兄弟たちの殺害の記憶を人々から消し去ろう。
τοὶ δʼ ἀλλήλους φιλεόντων §24.486ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
彼らは以前のように互いに愛し合い、富と平和が豊かにあらんことを。
§24.487ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
ゼウスはこう言って、かねてより熱望していたアテナをさらに促した。
§24.488βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
彼女はオリンポスの峰々から急ぎ降っていった。
§24.489οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, §24.490τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
一方、彼らが心地よい食べ物への欲求を満たしたとき、彼らの間で、多くを耐え忍んだ高貴なオデュッセウスが言葉を始めた。
§24.491ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. §24.492ὣς ἔφατʼ·
「誰か外に出て、彼らがすでに近くまでやって来ていないか見てきてくれ」彼はこう言った。
ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
すると、ドリオスの息子が命じられた通りに外へ出て行った。
§24.493στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
彼は敷居のところに進んで立ち、彼らが全員すぐ近くにいるのを目にした。
§24.494αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
そしてすぐにオデュッセウスに向かって、翼ある言葉を語りかけた。
§24.495οἵδε δὴ ἐγγὺς ἔασʼ·
「彼らはもうすぐそこに来ています。
ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. §24.496ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
さあ、一刻も早く武装しましょう」彼がこう言うと、一同は立ち上がり、武具を身につけた。
§24.497τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
オデュッセウスの側に4人、そしてドリオスの息子たちが6人。
§24.498ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
さらにラエルテスとドリオスも武具に身を包んだ。
§24.499καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
白髪の老人であるにもかかわらず、必要に迫られた戦士たちとして。
§24.500αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
そして彼らが身に輝く青銅 of 武具をまとうと、扉を開けて外へ出て行った。
§24.501ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
オデュッセウスが先頭に立った。
§24.502τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
彼らの近くに、ゼウスの娘アテナがやって来た。
§24.503Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
姿も声もメントルに似せていた。
§24.504τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς· §24.505αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
多くを耐え忍んだ高貴なオデュッセウスは、彼女を見て喜び、すぐに愛する息子テレマコスに語りかけた。
§24.506Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών, §24.507ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, §24.508μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ §24.509ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν. §24.510τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
「テレマコスよ、お前自身が戦いに赴き、戦う男たちの間で誰が最も優れているかが決まる場に至った今、お前は自ずと知るであろう、かつて力と男らしさにおいて全大地で抜きん出ていた父祖の血統を決して汚してはならないということを」これに対して、思慮深いテレマコスが答えた。
§24.511ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
「お望みとあらば、愛する父上、私のこの心意気をご覧になってください。
§24.512οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις. §24.513ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
仰る通り、父上の血統を決して汚したりはいたしません」彼がこう言うと、ラエルテスは喜んでこう言った。
§24.514τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι;
「親愛なる神々よ、今日は私にとって何という日でしょう。
ἦ μάλα χαίρω·
本当に嬉しい限りです。
§24.515υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν. §24.516τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
息子と孫が、どちらが優れているかを競い合っているのですから」彼の傍らに立ち、輝く眼のアテナが彼に語りかけた。
§24.517ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων, §24.518εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί, §24.519αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος. §24.520ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
「アルケイシオスの子よ、すべての戦友の中で最も愛する者よ、輝く眼の乙女と父ゼウスに祈りを捧げ、すぐに長い影を投じる槍を振りかざして投げ放つがよい」彼女がこう言うと、パラス・アテナは彼に大いなる力を吹き込んだ。
§24.521εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο, §24.522αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §24.523καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
そこで彼は大いなるゼウスの娘に祈りを捧げ、すぐに長い影を投じる槍を振りかざして投げ放ち、青銅の頬当てのある兜越しにエウペイテスを撃ち抜いた。
§24.524ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
兜は槍を防ぎきれず、青銅の刃は突き抜けた。
§24.525δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
彼はどさりと倒れ、その身の上で武具がガチャリと音を立てた。
§24.526ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός, §24.527τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
オデュッセウスと輝かしい息子は先陣に襲いかかり、剣と両刃の槍で打ち据えた。
§24.528καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους, §24.529εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, §24.530ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
そして今や彼らは全員を滅ぼし、帰還できぬ身にしていただろう、もしアイギスを持つゼウスの娘アテナが、大声を上げて群衆を押しとどめなかったなら。
§24.531ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
「イタケの者たちよ、悲惨な戦いをやめなさい。
§24.532ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα. §24.533ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
そうすれば、一刻も早く、血を流さずに決着がつくであろう」アテナがこう語ると、彼らを青ざめるような恐怖が襲った。
§24.534τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα, §24.535πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
彼らが恐怖するうちに、その手から武具が飛び去り、女神が声を響かせたために、すべてが地上に落ちた。
§24.536πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
そして彼らは、命を惜しんで街の方へと引き返していった。
§24.537σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς, §24.538οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
多くを耐え忍んだ高貴なオデュッセウスは恐ろしく雄叫びを上げ、身をすくめて、高く飛ぶ鷲のように襲いかかった。
§24.539καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν, §24.540κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
まさにそのとき、クロノスの子ゼウスが煤を帯びた雷電を放ち、それは強力な父を持つ、輝く眼の女神の前に落ちた。
§24.541δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
そのとき、輝く眼のアテナがオデュッセウスに語りかけた。
§24.542διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
「ゼウスの血を引くラエルテスの子、知謀に長けたオデュッセウスよ、とどまりなさい。
§24.543ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
過酷な戦いの争いをやめなさい。
§24.544μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς. §24.545ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
さもなければ、広く響き渡る声を持つクロノスの子ゼウスが、お前に憤るかもしれない」アテナがこう言うと、彼は従い、心の中で喜んだ。
§24.546ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν §24.547Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, §24.548Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
そしてそののち、アイギスを持つゼウスの娘パラス・アテナが、姿も声もメントルに似せて、両者の間に再び固い誓いを打ち立てた。

語釈・文法注

  1. 24.483ὅρκια πιστὰ ταμόντες — 主格の複数分詞。意味上はオデュッセウスとイタケの民双方を指すが、後続の節の主語(ὁ μὲν, ἡμεῖς)とは一致しないアナコルトン(文構造の不一致)が生じている。
  2. 24.491ἴδοι μὴ — 希求法 `ἴδοι` に、懸念や疑念を示す `μὴ` 節(ここでは接続法 `ὦσι`)が続いている。「〜ではないかと懸念するので、行って見てきてほしい」という、命令に近い間接的な表現を構成している。
  3. 24.506εἴσεαι — 動詞 `οἶδα`(あるいは `εἴδομαι`)の未来中間態二人称単数形。単に「知るだろう」というよりは、これから直面する戦いの厳しさや祖先の重要性を「自ずと知る/自覚する」という強い促しを表している。
  4. 24.529καί νύ κε δὴ πάντας ὄλεσαν... εἰ μὴ Ἀθηναίη... ἤϋσεν — 過去の事実に反する仮定(反実仮想)を表す条件文。直説法過去(`ὄλεσαν`, `ἤϋσεν`)に不変化小辞 `κε` を伴って、「もしアテナが叫ばなかったなら、彼らは全員を破滅させていたところであった」という切迫した仮定を示す。
  5. 24.534τῶν δʼ ἄρα δεισάντων — 属格独立構文。現在分詞 `δεισάντων` と代名詞 `τῶν` から成り、主節の主語(`τεύχεα`)とは異なる「彼ら(イタケの戦士たち)が恐怖に陥っているときに」という状況を副詞的に説明する。

この箇所を引用する

ホメロス, オデュッセイア §24.482-24.548. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.482-24.548

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。