Humanitext Reader

ホメロス · イリアス §3.398-3.461

ヘレネとパリスの再会とアガメムノンの勝利宣言

28 / 226 箇所 · ギリシア語

要旨

ヘレネはアプロディテの誘いを拒もうとするが、女神の怒りに脅されてパリスの寝室へと赴き、彼を辛辣に非難する。一方、メネラオスはパリスを捜し求め、アガメムノンはメネラオスの勝利を宣言してヘレネと財産の返還を要求する。

§3.398θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
ヘレネは驚き、言葉を発して、名前を呼んで言った。
§3.399δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
「恐るべきお方よ、なぜ私をそのように騙そうと望まれるのですか。
§3.400ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων §3.401ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, §3.402εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
あなたは私をさらに遠くの、人々の住む都市のどこかへ連れて行くおつもりですか、フリュギアか、あるいは美しいマイオニアの、もしそこにもあなたに愛されている、声を出す人間の誰かがいるならば。
§3.403οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος §3.404νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι, §3.405τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
メネラオスが今、高貴なアレクサンドロスに勝利して、忌まわしい私を家に連れ帰ろうとしているから、そのために今、あなたは悪だくみを胸にここへやって来られたのですか。
§3.406ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
あの人の傍らへ行って座るがよい。
§3.407μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, §3.408ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, §3.409εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
神々の道から退き、二度とあなたの足でオリュンポスに立ち戻ることのないように、むしろ、常にあの人の周りで苦しみ、あの人を守るがよい、あの人があなたを妻にするか、あるいは奴隷にする時まで。
§3.410κεῖσε δʼ ἐγὼν οὐκ εἶμι·
私はあそこへは行きません。
νεμεσσητὸν δέ κεν εἴη· §3.411κείνου πορσανέουσα λέχος·
それは非難されるべきことでしょう、あの人の寝床を整えに。
Τρῳαὶ δέ μʼ ὀπίσσω §3.412πᾶσαι μωμήσονται·
トローアスの女たちは皆、後々私を非難するでしょう。
ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
私は心に果てしない苦痛を抱いているのです。
§3.413τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
」怒りを覚えた高貴なアプロディテが彼女に語りかけた。
§3.414μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
「私を怒らせるな、強情な女よ。
§3.415τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
私が怒ってあなたを見捨て、今これほど激しく愛したのと同じくらい、あなたをひどく憎むことのないように。
§3.416μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ §3.417Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
そしてトローアス人とダナオス人の双方の真ん中で、悲惨な憎しみを企て、あなたが無残な破滅を迎えることになるだろう。
§3.418ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
」彼女はこう言った。
§3.419βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
ゼウスから生まれたヘレネは恐れを抱き、白く輝くローブを身にまとって静かに立ち去った。
§3.420σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν·
トローアスの女たちの誰にも気づかれずに。
ἦρχε δὲ δαίμων.
女神が先導した。
§3.421αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο, §3.422ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, §3.423ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
彼女たちがアレクサンドロスの美しい館に到着したとき、侍女たちはすぐに自分たちの仕事に取りかかり、女たちのうちで高貴な彼女は天井の高い寝室へと向かった。
§3.424τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη §3.425ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
ヘレネのために、微笑みを愛する女神アプロディテは椅子を取り、アレクサンドロスの向かいへと運んで置いた。
§3.426ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
そこにヘレネ、アイギスを持つゼウスの娘は座った、目をそらしながら。
§3.427ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
そして夫を言葉で激しく責め立てた。
§3.428ἤλυθες ἐκ πολέμου·
「戦場から帰って来たのですね。
ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι §3.429ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
あそこで死んでしまえばよかったのに、私の以前の夫であった、あの強い男に屈して。
§3.430ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου §3.431σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
確かに以前、あなたはアレスに愛されたメネラオスよりも自分の力と腕と槍において勝っていると豪語していました。
§3.432ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον §3.433ἐξαῦτις μαχέσασθαι ἐναντίον·
さあ、今すぐアレスに愛されたメネラオスを呼び出し、再び一対一で戦うがよい。
ἀλλά σʼ ἔγωγε
しかし私としては、あなたにやめるよう勧めます。
§3.434παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ §3.435ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
金髪のメネラオスと真っ向から戦いを挑んだり、無謀にも戦ったりせぬよう。
§3.436ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.
彼の槍にすぐに屈してしまわぬように。
§3.437τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
」パリスは言葉を返して彼女に語りかけた。
§3.438μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
「妻よ、辛い非難で私の心を痛めつけないでおくれ。
§3.439νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, §3.440κεῖνον δʼ αὖτις ἐγώ·
今はアテネの助けを得てメネラオスが勝ったが、次は私が彼に勝つだろう。
πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
我々にも神々が味方しておられるのだから。
§3.441ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
さあ、寝床に入って愛を交わそう。
§3.442οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,
これほど激しく愛が私の心を満たしたことは、かつて一度もない。
§3.443οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς §3.444ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, §3.445νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, §3.446ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
美しいラケダイモンから君を奪い、海を行く船で出帆した最初の時でさえも、クラナエの島で愛を交わし、共の寝床に伏した時でさえも、今こうして君を愛おしく思い、甘い憧れが私を捕らえているほどには。
§3.447ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών·
」彼はこう言い、寝床へと向かって先導した。
ἅμα δʼ εἵπετʼ ἄκοιτις.
妻も後に従った。
§3.448τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
こうして二人は精巧に彫られた寝台に身を横たえた。
§3.449Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς §3.450εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
一方、アトレイデスは獣のように群衆の間を歩き回っていた、神のようなアレクサンドロスをどこかで見つけられないかと。
§3.451ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων §3.452δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·
しかし、名高いトローアス人や同盟軍の誰も、アレスに愛されたメネラオスにアレクサンドロスを示すことはできなかった。
§3.453οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·
もし誰かが見つけていたとしても、好意から彼を隠していたわけではなかった。
§3.454ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
なぜなら、彼は彼ら全員にとって、黒い死の運命と同じくらい忌み嫌われていたからである。
§3.455τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
彼らに向かって、人間の王アガメムノンが語りかけた。
§3.456κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
「トローアス人、ダルダニア人、そして同盟軍の諸君、私の言葉を聞け。
§3.457νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,
アレスに愛されたメネラオスの勝利は明らかである。
§3.458ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ §3.459ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν, §3.460ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
諸君はアルゴスのヘレネと、彼女と共にその財産を引き渡し、そしてふさわしい賠償を支払え、それが後世の人間たちの間にも語り継がれるようなものとなるように。
§3.461ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
」アトレイデスはこう語り、他のアカイア人たちも賛同した。

語釈・文法注

  1. 3.411κείνου πορσανέουσα λέχος — 未来分詞 πορσανέουσα(πορσύνω「整える」)は目的を表し、「彼の寝床を整えるために(行くことは)」という意味。前の文 οὐκ εἶμι「私は行かない」から移動のニュアンスが引き継がれている。
  2. 3.414μή μʼ ἔρεθε σχετλίη, μή χωσαμένη σε μεθείω — 前半の μή は現在命令法 ἔρεθε とともに禁止(「私を怒らせるな」)を表し、後半の μή は接続法アオリスト μεθείω(μεθίημι「見放す」)を伴って「私が怒ってあなたを見捨てることがないように」という懸念・警告を表す。
  3. 3.428ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι — ὤφελον(ὀφείλω「義務がある」のアオリスト)に不定詞 ὀλέσθαι(ὄλλυμαι「滅びる」のアオリスト)を伴うことで、過去の実現しなかった事柄に対する強い願望(「あそこで死んでしまえばよかったのに」)を表す。
  4. 3.441τραπείομεν — アオリスト受動態の接続法 1人称複数形 τραπέωμεν のホメロス特有の短母音化形(τρέπω「向ける」、受動で「楽しむ」)。勧誘(「〜しよう」)を表す。

この箇所を引用する

ホメロス, イリアス §3.398-3.461. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:3.398-3.461

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。