§3.398θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §3.399δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
Then she was amazed, and she spoke, and called her by name: “Dread one, why do you desire to deceive me thus?
§3.400ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων §3.401ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, §3.402εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
Will you lead me even further somewhere to one of the well-peopled cities of Phrygia or lovely Maeonia, if there too some one of mortal men is dear to you?
§3.403οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος §3.404νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι, §3.405τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
Is it because Menelaus has now defeated noble Alexander and wishes to lead hateful me back home, is it for this that you have now come hither with guile in your heart?
§3.406ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου, §3.407μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, §3.408ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, §3.409εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
Go and sit by his side, and turn away from the path of the gods, nor ever again return to Olympus on your feet, but ever grieve for him and guard him, until he makes you either his wife or his slave.
§3.410κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· §3.411κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω §3.412πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. §3.413τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· §3.414μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, §3.415τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα, §3.416μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ §3.417Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. §3.418ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα, §3.419βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ §3.420σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
But there I will not go—for it would be shameful— to serve his bed; all the Trojan women hereafter will blame me; and I have boundless griefs in my heart.” Then angered, noble Aphrodite spoke to her: “Provoke me not, hard woman, lest in my anger I desert you, and hate you even as now I have loved you exceedingly, and lest I devise grievous hatreds in the midst of both sides, both Trojans and Danaans, and you perish by an evil doom.” So she spoke, and Helen, daughter of Zeus, was afraid, and she went, wrapping herself in her bright shining robe, in silence, and she escaped the notice of all the Trojan women; and the goddess led the way.
§3.421αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο, §3.422ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, §3.423ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
And when they reached the very beautiful house of Alexander, the handmaidens then quickly turned to their tasks, but she, noble among women, went to her high-roofed chamber.
§3.424τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη §3.425ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· §3.426ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο §3.427ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ· §3.428ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
And for her, laughter-loving Aphrodite took a chair, and carrying it, the goddess set it down opposite Alexander; there sat Helen, daughter of aegis-bearing Zeus, turning her eyes away, and she reproached her husband with words: “You have come back from the war; would that you had perished there, vanquished by that strong man who was my former husband!
§3.429ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. §3.430ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου §3.431σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· §3.432ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον §3.433ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε §3.434παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ §3.435ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι §3.436ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς. §3.437τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· §3.438μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· §3.439νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, §3.440κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
Verily you used to boast before that you were better than warlike Menelaus in your strength and hands and spear; but go now, challenge warlike Menelaus again to fight face to face; yet I indeed bid you to cease, and not against fair-haired Menelaus to wage war and fight in battle heedlessly, lest perchance you be quickly vanquished by his spear.” And Paris, answering her with words, spoke: “Do not, lady, reproach my heart with harsh taunts; for now indeed Menelaus has won with Athene’s aid, but another time I shall defeat him; for we too have gods with us.
§3.441ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· §3.442οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν, §3.443οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς §3.444ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, §3.445νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, §3.446ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. §3.447ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.
But come, let us take our pleasure in love, lying together; for never yet has desire so shrouded my mind, not even when first from lovely Lacedaemon I sailed away, having snatched you in seafaring ships, and on the island of Cranae lay with you in love and bed, as now I love you and sweet desire seizes me.” He spoke, and led the way, going to the bed; and his wife followed with him.
§3.448τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, §3.449Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς §3.450εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
So they lay down on the inlaid bed, but the son of Atreus ranged through the throng like a wild beast, if anywhere he might catch sight of godlike Alexander.
§3.451ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων §3.452δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ· §3.453οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο· §3.454ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
But no one of the Trojans and their famous allies was able then to show Alexander to warlike Menelaus; for not out of friendship would they have hidden him, if anyone had seen him; for he was hated by them all equal to black death.
§3.455τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §3.456κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· §3.457νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου, §3.458ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ §3.459ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν, §3.460ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. §3.461ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
And to them spoke Agamemnon, lord of men: “Hear me, Trojans and Dardanians and allies; the victory indeed appears to belong to warlike Menelaus, but do you surrender Argive Helen and her possessions with her, and pay such recompense as is fitting, which shall remain even among men yet to be.” So spoke the son of Atreus, and the other Achaeans assented.