Humanitext Reader

ホメロス · イリアス §21.270-21.337

神々の介入とスカマンドロスの猛威

189 / 226 箇所 · ギリシア語

要旨

アキレウスは川の神スカマンドロスの猛攻に苦しみ、ゼウスに嘆願するが、ポセイドンとアテナに励まされる。スカマンドロスはシモエイスと共闘してアキレウスを追い詰めようとし、それを見たヘラはヘパイストスに火を放ってアキレウスを救うよう命じる。

§21.270θυμῷ ἀνιάζων·
心中で苦しみながら。
ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
しかし川は彼の下の膝を屈服させた、激しく下を流れながら。
§21.271λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
そして彼の両足の下から土砂を削り取った。
§21.272Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
ペレウスの息子は広い天を仰ぎ見て嘆き悲しんだ。
§21.273Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη §21.274ἐκ ποταμοῖο σαῶσαι·
「父なるゼウスよ、神々の誰も私を憐れんで、引き受けて川から救い出すことをしてくれないとは。
ἔπειτα δὲ καί τι πάθοιμι.
そのあとならば、私はどんな目に遭ってもよい(死んでもよい)のに。
§21.275ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων, §21.276ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
天に住む神々のうち、他の誰もこれほど私に対して罪はなく、ただ愛する母だけが、嘘で私を幻惑したのだ。
§21.277ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων §21.278λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
彼女は私に言った、武装したトロイア人の城壁の下で、アポロンの素早い矢によって私が死ぬだろうと。
§21.279ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
ここで育った最も優れた男であるヘクトルが、私を殺してくれたらよかったのに。
§21.280τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
そうすれば、優れた男が優れた男を殺し、優れた男の武具を剥ぎ取ったことになっただろうに。
§21.281νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι §21.282ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, §21.283ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
だが今、私は大河に閉じ込められて、みすぼらしい死によって捕らえられる運命にある、まるで大河に閉じ込められた豚飼いの少年のように、冬の嵐の日に川を渡ろうとして、急流に押し流されるような少年のように。
§21.284ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη §21.285στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
」彼がそう言うと、ポセイドンとアテナが極めて素早く彼の近くに立って歩み寄り、その姿は人間の男たちに似ていた。
§21.286χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
そして、手で彼の手を握り、言葉で彼を安心させた。
§21.287τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
彼らに対して、大地を揺るがすポセイドンが語り始めた。
§21.288Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
「ペレウスの息子よ、いささかも過度に恐れるな、怯えるな。
§21.289τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν §21.290Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
なぜなら、私たち二人は、神々の中でこのようなお前の助っ人だからだ、ゼウスが承認されたうえでの、私とパラス・アテナは。
§21.291ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
お前が川に屈服させられることは、運命ではない。
§21.292ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
むしろ、この川はまもなく静まるだろう、そしてお前自身もそれを知るだろう。
§21.293αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
だが、私たちはお前に入念な助言をしよう、もしお前が従うならば。
§21.294μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο §21.295πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι §21.296Τρωϊκόν, ὅς κε φύγῃσι·
容赦なき戦争からその手を休めてはならない、イリオスの名高き城壁の下に、トロイアの軍勢を閉じ込めるまでは、逃げ延びる者たちを。
σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας §21.297ἂψ ἐπὶ νῆας ἴμεν·
しかし、お前はヘクトルの命を奪ったならば、船へと戻るがよい。
δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
私たちは、お前に栄光を勝ち取ることを許す。
§21.298τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
」二人の神は、このように語ると不老不死の神々のもとへ立ち去った。
§21.299αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, §21.300ἐς πεδίον·
しかし、アキレウスは進んだ、神々の命令が彼を大いに鼓舞したので、平原へと。
τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο, §21.301πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν §21.302πλῶον καὶ νέκυες·
そこは溢れ出た水で一面満ちており、殺された若者たちの、多くの美しい武具や死体が浮かんでいた。
τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα §21.303πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
しかし、彼の膝は高く跳び上がり、流れに逆らって真っ直ぐ突き進んだ。
§21.304εὐρὺ ῥέων ποταμός·
彼を押し留めることはできなかった、広く流れる川であっても。
μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
なぜなら、アテナが彼に大いなる力を注ぎ込んだからである。
§21.305οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον §21.306χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο §21.307ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
スカマンドロスもまた、自らの怒りを収めず、ますます激しくペレウスの息子に対して怒り、自らの流れの波を逆立てた、高く巻き上がりながら、そしてシモエイスに向かって大声で叫んだ。
§21.308φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
「愛する兄弟よ、あの男の力を、私たち二人で抑え込もう。
§21.309σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος §21.310ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
なぜなら、彼はまもなくプリアモス王の偉大な都を攻め落とすであろうし、トロイア人たちは戦いの中で踏みとどまれないからだ。
§21.311ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα §21.312ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
さあ、一刻も早く助けに来て、流れを水で満たしてくれ、源頭から。
§21.313ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
そして、すべての急流を奮い立たせ、大波を立ち上がらせ、多くの丸太や石のすざましい轟音を引き起こしてくれ。
§21.314φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
私たちが、あの荒々しい男を阻み止めるために。
§21.315ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
彼は今や勝ち誇り、神々と等しいことを企てている。
§21.316φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος §21.317οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
私は断言する、彼の力も、その美貌も、その美しい武具も何の役にも立たないと。
§21.318κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα·
それらはきっと、湖の深く底に泥に覆われて横たわるだろう。
κὰδ δέ μιν αὐτὸν §21.319εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
そして、彼自身を私は砂の中に包み込み、無数の小石を彼の周りに注ぎかけよう、夥しく。
§21.320μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ §21.321ἀλλέξαι·
アカイア人たちが彼の骨を集めることもできぬほどに。
τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
それほど大量の泥を私は彼の上に覆い被せるのだ。
§21.322αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
そこに彼の墓も作られるだろう。
§21.323ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
彼には必要がないだろう、アカイア人たちが彼を葬るときに、土を盛って墳墓を作る必要が。
§21.324ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων §21.325μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
」川はこう叫ぶと、掻き乱されて高く逆巻き、アキレウスに襲いかかった、泡と血と死体を従えてゴウゴウと音を立てながら。
§21.326πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο §21.327ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
天から降る川の、暗紫色の波は高くせり上がって立ち塞がり、ペレウスの息子を呑み込もうとした。
§21.328Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ §21.329μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
ヘラはアキレウスのことを深く心配して、大声を上げた、深く渦巻く大河が彼を押し流してしまわないかと。
§21.330αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
そして彼女は、すぐに愛する息子ヘパイストスに語りかけた。
§21.331ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος·
「立ち上がれ、足の不自由な私の我が子よ。
ἄντα σέθεν γὰρ §21.332Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
お前に対抗して、渦巻くクサントスが戦うにふさわしいと、私たちは考えていたのだから。
§21.333ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
さあ、一刻も早く助けに入り、大いなる炎を示せ。
§21.334αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο §21.335εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, §21.336ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι §21.337φλέγμα κακὸν φορέουσα·
私は西風と、白い雲を払う南風の激しい嵐を、海から呼び起こしに行こう、トロイア人たちの頭部と武具を焼き尽くすような、恐ろしい火炎を運んで。
σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
お前はクサントスの岸辺の周りで」

語釈・文法注

  1. §21.274ἔπειτα δὲ καί τι πάθοιμι — 譲歩的表現を伴う望ましい未来を表す希求法。「その後に私がいかなることを被ろうとも(被ってよい)」という意味で、川から救い出されるという最優先の願いの後に、死を含めたいかなる運命をも甘受するという強い覚悟を示している。
  2. §21.279ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι — 実現不可能な過去の願望を表す ὤφελον(ὀφείλω のアオリスト)に不定詞 κτεῖναι が続く構文。「ヘクトルが私を殺してくれたらよかったのに(実際にはそうならなかった)」を意味する。
  3. §21.282ἐρχθέντʼ — 動詞 εἴργω(閉じ込める、妨げる)の受動態アオリスト分詞男性単数対格である ἐρχθέντα の語尾省略形。文法的には主節の対格代名詞 με(私を)に係る一致分詞で、「川に閉じ込められて」の意。
  4. §21.314ἵνα παύσομεν — 目的を表す接続詞 ἵνα の後ろに、標準的な接続法ではなく直説法未来(あるいはホメロス方言特有の短母音接続法アオリスト)である παύσομεν が用いられており、未来の確実な意図「我々が(あの男を)阻み止めるために」を表す。

この箇所を引用する

ホメロス, イリアス §21.270-21.337. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.270-21.337

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。