Humanitext Reader

ホメロス · イリアス §21.202-21.269

スカマンドロスの怒りとアキレウスの敗走

188 / 226 箇所 · ギリシア語

要旨

アキレウスはパイオニア人を容赦なく追撃するが、川の神スカマンドロスは死体で川が詰まったことに怒り、アキレウスに殺戮をやめるよう警告する。アキレウスが聞き入れないと、川の神は大波を起こして彼を押し流そうとし、アキレウスは必死に平原を逃げ惑う。

§21.202κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
砂の上に横たわり、黒い水が彼を濡らしていた。
§21.203τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο §21.204δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
彼を鰻や魚たちが取り囲んで忙しく動き回り、腎臓の周りの脂肪を啄み、むしり取っていた。
§21.205αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
しかし、アキレウスは、戦車で武装したパイオニア人たちの後を追って進んだ。
§21.206οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, §21.207ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ §21.208χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
彼らはまだ渦巻く川のほとりでおびえて逃げ惑っていた、激しい戦闘において、自分たちの最も優れた勇者が、ペレウスの息子の両手と剣の下で、力尽きて倒されたのを見て。
§21.209ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε §21.210Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
そこで彼は、テルシロコスと、ミュドンと、アステュピュロスと、ムネソスと、トラシオスと、アイニオスと、オペレステスを打ち倒した。
§21.211καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, §21.212εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης §21.213ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
そして、俊足のアキレウスは、さらに多くのパイオニア人を殺したであろう、もし、怒った深く渦巻く川が、話しかけなかったならば、人間の姿に身をやつし、深い渦の中から声を放って。
§21.214ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις §21.215ἀνδρῶν·
「アキレウスよ、お前は人並み外れて強く、人並み外れて不道徳なことを行っている、人々の中で。
αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
常に神々自身がお前を助けているのだから。
§21.216εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, §21.217ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
もしクロノスの子が、トロイア人を全員滅ぼすことをお前に許したのなら、私から彼らを平野へと追い出して、恐ろしい仕業をなすがよい。
§21.218πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, §21.219οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν §21.220στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
実にお前のせいで、私の美しい流れは死体で満ちており、もはや神聖な海へと、私の流れを注ぎ出すことがどうしてもできないのだ、死体で狭められて。 それなのにお前は容赦なく殺し続けている。
§21.221ἀλλʼ ἄγε δὴ καὶ ἔασον·
さあ、もうやめてくれ。
ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
民の指導者よ、私はうんざりする思いに満たされているのだ。
§21.222τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」これに対して、俊足のアキレウスが答えて言った。
§21.223ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
「ゼウスに養われたスカマンドロスよ、お前の命じる通り、そのようにしよう。
§21.224Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, §21.225πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι §21.226ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
だが、傲慢なトロイア人たちを虐殺することを、私はやめはしない、彼らを都の中に閉じ込め、ヘクトルと一対一で力を競い、彼が私を倒すか、それとも私が彼を倒すか、決着をつけるまでは。
§21.227ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
」こう言うと、彼は神のようにトロイア人に向かって突進した。
§21.228καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
そしてその時、深く渦巻く川はアポロンに語りかけた。
§21.229ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
「おお、銀の弓を持つ者、ゼウスの子よ、お前はクロノスの子の意図を守らなかった。
§21.230εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε §21.231Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ §21.232δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
彼は、お前に非常に多くのことを命じ、トロイア人たちの傍らに立って彼らを守れと言ったのだ、やって来るまで、遅い夕暮れが沈んで、肥沃な耕地を影で覆うまで。
§21.233ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ §21.234κρημνοῦ ἀπαΐξας·
」川がそう言うと、槍で名高いアキレウスは、崖から飛び降りて、川の真っ只中に飛び込んだ。
ὃ δʼ ἐπέσσυτο οἴδματι θύων, §21.235πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
しかし、川は逆巻くうねりをもって突進し、掻き乱されてすべての流れを揺り動かし、多くの死体を押し流した。
§21.236πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
彼が殺し、川の中に数多く漂っていた死体たちを。
§21.237τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος §21.238χέρσον δέ·
川は、雄牛のように咆哮しながら、それらを陸地へと、外へ放り出した。
ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, §21.239κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
しかし、生存者たちは美しい流れの中に救い、深く巨大な渦の中に隠した。
§21.240δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, §21.241ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος·
アキレウスの周りには、恐ろしく掻き乱された波が立ち塞がり、流れが彼の盾にぶつかって彼を押し流そうとした。
οὐδὲ πόδεσσιν §21.242εἶχε στηρίξασθαι·
彼は足で踏みとどまることができなかった。
ὃ δὲ πτελέην ἕλε χερσὶν §21.243εὐφυέα μεγάλην·
そこで彼は、よく茂った大きなニレの木を手で掴んだ。
ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα §21.244κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα §21.245ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν §21.246εἴσω πᾶσʼ ἐριποῦσʼ·
しかし、それは根こそぎ倒れて、崖をすっかり崩し、その美しい流れを密集した枝でせき止め、川そのものを橋のように渡した、すべてが川の中に倒れ込んで。
ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας §21.247ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι §21.248δείσας·
そこで彼は渦から跳び上がり、恐ろしさのあまり、素早い足で平原を飛ぶように逃げ走った。
οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ §21.249ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
しかし大いなる神は追撃をやめず、暗い波頭を立てて彼に襲いかかった。
§21.250δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
高貴なアキレウスを戦いから引き止め、トロイア人から破滅を遠ざけるために。
§21.251Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή, §21.252αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
ペレウスの息子は、槍の届く距離ほども跳んで逃げた、狩りをする黒い鷲のような素早さで。
§21.253ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
その鷲は、翼あるものたちの中で最も強く、最も速い。
§21.254τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς §21.255σμερδαλέον κονάβιζεν·
それに似た様子で彼は突進し、彼の胸の上の青銅は恐ろしい音を立てて響いた。
ὕπαιθα δὲ τοῖο λιασθεὶς §21.256φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
彼は川の下を斜めに逃げ走り、逃げたが、川はすざましい轟音を立てて、流れて彼の後ろを追った。
§21.257ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου §21.258ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ §21.259χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
ちょうど、灌漑をする男が、黒い水の湧き出る泉から、植え木や庭園の間に、水の流れを導くときのように、手に鍬を持ち、水路から障害物を取り除きながら。
§21.260τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι §21.261ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει §21.262χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
水が前へと流れると、その下にあるすべての小石が押し流され、水は傾斜地を素早く流れ落ちてサラサラと音を立て、水を導く男をも追い越してしまう。
§21.263ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο §21.264καὶ λαιψηρὸν ἐόντα·
そのように、川の波は常にアキレウスに追いついた、彼が俊足であったとしても。
θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
神々は人間よりも遙かに強いのだ。
§21.265ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς §21.266στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες §21.267ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §21.268τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο §21.269πλάζʼ ὤμους καθύπερθεν·
俊足の崇高なアキレウスが、立ち向かって踏みとどまり、広大な天を領有する不老不死の神々全員が、自分を恐れさせているのかを確かめようとするたびに、天から降る川の大波が、上から彼の両肩を打ち据えた。
ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
すると彼は足で高く飛び上がった、

語釈・文法注

  1. 203τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο — 動詞 `ἀμφεπένοντο` は本来「〜の周りで忙しく立ち働く」「〜の世話をする」を意味するが、ここでは死体に群がって肉を貪り食う魚や鰻の動作を、冷酷な皮肉を込めて表現している。
  2. 211καί νύ κʼ ἔτι πλέονας κτάνε ... εἰ μὴ — 過去の事実に反する仮定を表す条件文(反実仮想)。帰結節 `καί νύ κʼ ... κτάνε`(直説法過去+小辞 `κε`)「殺したであろうに」に対し、条件節が `εἰ μὴ` +直説法過去(`προσέφη`)の形を取る古典的な構造である。
  3. 247ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι — 属格形 `πεδίοιο` は移動の経路を示す「空間の属格」(平原を通って)であり、不定詞 `πέτεσθαι` は目的または結果を記述する副詞的用法(飛ぶように走るために)として主動詞 `ἤϊξεν` を修飾している。
  4. 257ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ... ὣς αἰεὶ ... — 水路を穿つ男が導く水流が、男自身を追い越して流れていく様子を記述した長大な直喩(`ὡς δʼ ὅτʼ ...`)であり、これが `ὣς αἰεὶ ...`(そのように常に)によってアキレウスを追いかける川の波の容赦ないスピードに対比されている。
  5. 265ὁσσάκι δʼ ὁρμήσειε ... τοσσάκι μιν ... — 過去における反復動作を表す相関構文。条件節(`ὁσσάκι` 節)の動詞が希求法過去(`ὁρμήσειε`、反復の希求法)であるのに対し、帰結節(`τοσσάκι` 節)の動詞が直説法未完了過去(`πλάζε`)で置かれ、「〜するたびに、その都度〜であった」という反復的状況を示している。

この箇所を引用する

ホメロス, イリアス §21.202-21.269. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.202-21.269

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。