Humanitext Reader

ホメロス · イリアス §2.427-2.501

アカイア軍の出陣とミューズへの祈請

16 / 226 箇所 · ギリシア語

要旨

アカイア軍が食事を終えた後、ネストルの提言により全軍が召集され、アテナの鼓舞を受けて戦意に満ちて出陣する。詩人は軍勢の壮大さを様々な比喩で描写した後、ミューズを呼び起こしてアカイア軍の将軍と船のカタログを歌い始める。

§2.427αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, §2.428μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, §2.429ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
さて、腿の骨が焼き尽くされ、内臓を彼らが味わうと、残りの肉を切り刻んで串に刺し、注意深く焼き上げて、すべてを串から引き抜いた。
§2.430αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα §2.431δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
さて、彼らが労苦を終えて食事を準備すると、食事を共にしたが、均等に分けられた食事に対して、誰の心も満たされないということはなかった。
§2.432αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §2.433τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
さて、彼らが飲み食いの欲求を満たしたとき、ゲレニアの騎手ネストルが彼らの中で言葉を切り出した。
§2.434Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, §2.435μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν §2.436ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
「アトレウスの息子よ、最も栄光ある、男たちの王アガメムノンよ、我々はもはやこれ以上ここに留まって語り合うのをやめ、神がまさに我々の手に委ねておられる仕事を、もはや長引かせることのないようにしよう。
§2.437ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων §2.438λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
さあ、青銅のキトンを着たアカイア人の使者たちは、布告を出して民を船々の周りに集めるがよい。
§2.439ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν §2.440ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
そして我々はこうして一団となって、アカイア人の広い軍勢の間を進もうではないか、一刻も早く激しい戦いを引き起こすために。
§2.441ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
」彼はこのように語り、男たちの王アガメムノンも従わぬことはなかった。
§2.442αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε §2.443κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
彼はすぐに、通る声を持つ使者たちに命じた、髪を長く伸ばしたアカイア人たちに戦いへの布告を伝えるように。
§2.444οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
使者たちが布告すると、男たちは極めて速やかに集まった。
§2.445οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες §2.446θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
アトレウスの息子の周りでは、ゼウスに養われた王たちが隊列を整えながら駆け回り、彼らの間には輝く眼のアテナが、高価で老いることも死ぬこともないアイギスを手にして立っていた。
§2.447αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, §2.448τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, §2.449πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
その盾からは、百本の純金の房が揺らめき、すべてが美しく編まれ、それぞれ百頭の牛の価値があった。
§2.450σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν §2.451ὀτρύνουσʼ ἰέναι·
彼女はこの盾を手に輝きながら、アカイア人の民の間を駆け抜け、進むようにと駆り立てた。
ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ §2.452καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
そして一人一人の心に、絶え間なく戦争を戦い、戦うための力を呼び起こした。
§2.453τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι §2.454ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
彼らににとって、戦いはたちまちのうちに、中が空洞になった船に乗って愛する祖国の土地へと帰るよりも甘美なものとなった。
§2.455ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην §2.456οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, §2.457ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο §2.458αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
あたかも、消し去ることのできない火が、山の頂々で果てしない森を焼き払い、遠くからもその輝きが見えるように、進んでいく彼らの神々しい青銅から放たれる燦然たる輝きは、アイテールを通って天にまで達した。
§2.459τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ §2.460χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων §2.461Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα §2.462ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι §2.463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, §2.464ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων §2.465ἐς πεδίον προχέοντο Σκαμάνδριον·
また、多くの翼ある鳥たちの群れ、ガンやツルや、首の長い白鳥たちが、カウストリオス川の流れをめぐるアシオスの草地で、翼を誇らしげに羽ばたかせながらあちらこちらへと飛び交い、鋭い鳴き声を上げながら舞い降り、草地が騒がしく響き渡るように、そのように、彼らの多くの群れが、船々や小屋からスカマンドロスの平野へと流れ出た。
αὐτὰρ ὑπὸ χθὼν §2.466σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
そして足下の大地は、彼ら自身と馬たちの足音によって恐ろしく響き渡った。
§2.467ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι §2.468μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
彼らは花咲くスカマンドロスの草地に立ち並んだが、その数は、季節の移り変わりの中に生い茂る葉や花のように、無数であった。
§2.469ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ §2.470αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν §2.471ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, §2.472τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ §2.473ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
また、群がる無数の蝿の群れが、羊の囲いの周りで、牛乳が器を濡らす春の季節に飛び回るように、それほど多くの、髪を長く伸ばしたアカイア人たちが、トロイア人たちに対して、彼らを打ち破ることを強く望みながら平野に立った。
§2.474τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες §2.475ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, §2.476ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα §2.477ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
そして、あたかも山羊飼いたちが、広い山羊の群れが牧草地で混ざり合ってしまっても、容易に区別するように、そのように、将軍たちは彼らをあちらこちらへと整列させ、戦いへと進ませた。
§2.478ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, §2.479Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
そして彼らの中に、支配者アガメムノンが、目と頭は雷鳴を喜ぶゼウスに似て、帯はアレスに、胸はポセイドンに似た姿で立っていた。
§2.480ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων §2.481ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· §2.482τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ §2.483ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
あたかも、群れの中で牡牛がすべての者たちの中で際立って優れ、集まった牝牛たちの間でひときわ目立つように、まさにそのように、ゼウスはその日にアトレウスの息子を、多くの英雄たちの中でひときわ目立ち、卓越した者とされた。
§2.484ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
オリュンポスの館を持つミューズたちよ、今こそ私に語っておくれ。
§2.485ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, §2.486ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
あなたがたは女神であり、その場に居合わせてすべてを知っておられるが、我々はただ噂を聞くだけで、何一つ知ってはいないのだから。
§2.487οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
ダナオス人の将軍たちや支配者たちが誰であったのかを。
§2.488πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, §2.489οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, §2.490φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
しかし、私にはその大衆の数について語ることも、名前を挙げることもできないであろう、たとえ私に十の舌、十の口があり、声が枯れることなく、胸の中に青銅の心臓があったとしても。
§2.491εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο §2.492θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
アイギスを持つゼウスの娘たちであるオリュンポスのミューズたちが、イリオンの下へやって来た者たちを皆、思い出させてくださるのでなければ。
§2.493ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
それゆえ、私は船々の指揮官たちと、すべての船について語ろう。
§2.494Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον §2.495Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, §2.496οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν §2.497Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, §2.498Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, §2.499οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, §2.500οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, §2.501Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
ボイオティア人たちを率いていたのは、ペネレオスとレイトス、アルケシラオス、プロトエノル、プロニオスであり、彼らはヒュリエや、岩の多いアウリス、スコイノス、スコロス、多くの尾根を持つエテオノス、テスペイア、グライア、広々としたミュカレッソスに住む人々、ハルマ、エイレシオン、エリュトライの周囲に住む人々、エレオン、ヒュレ、ペテオンを領していた人々、オカレエや、立派に築かれた都市メデオンに住む人々であった。

語釈・文法注

  1. 2.435λεγώμεθα — λεγώμεθα および 436行の ἀμβαλλώμεθα はともに接続法現在第一人称複数であり、「〜しよう」という勧誘(hortatory subjunctive)を表す。
  2. 2.447ἀγήρων — 形容詞 ἀγήραος(老いることのない)の女性単数対格形で、女性名詞 αἰγίδα(アイギス)を修飾する。アッティカ変化において縮約されて ἀγήρων となり、女性・男性で同形をとる二語尾形容詞である。
  3. 2.475διακρίνωσιν — 比喩(直喩)節 ὥς τʼ ... 内における、小辞 ἄν(あるいは κε)を伴わない接続法現在である。ホメロスにおいて、比喩表現で一般的に繰り返される事象(一般化)を示すために接続法が単独で使われる典型的な例。
  4. 2.488οὐκ ἂν ἐγὼ μυθήσομαι — 489行の εἴ μοι ... εἶεν(希求法による条件)に対する帰結節。未来直説法に ἄν が付随して潜在・不確実な未来(〜できないだろう)を表すホメロス独特の構文、もしくは接続法アオリスト短母音化の帰結と解釈される。

この箇所を引用する

ホメロス, イリアス §2.427-2.501. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.427-2.501

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。