Humanitext Reader

ホメロス · イリアス §2.356-2.426

部隊の部族別再編とアガメムノンの生贄の儀式

15 / 226 箇所 · ギリシア語

要旨

アガメムノンはネストルの提案を受け入れ、部隊を氏族や部族ごとに再編することを決定する。さらにアガメムノンは戦いの準備を整え、ゼウスに勝利を祈って犠牲を捧げる。

§2.356τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
ヘレネーをめぐる奔走と嘆きに報復するために。
§2.357εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι §2.358ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, §2.359ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
しかし、もし誰かが極めて激しく帰国を望むのであれば、その者は自身のよく装備された黒い船に手をかけさせよ、他の者たちよりも先に、死と運命に出会うために。
§2.360ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
しかし王よ、あなた自身がよく思案し、他の者の勧告に従うがよい。
§2.361οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
私が語る言葉は、決して投げ捨てるべきものではないのだから。
§2.362κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, §2.363ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
部族ごとに、氏族ごとに男たちを分けるのだ、アガメムノンよ、氏族が氏族を助け、部族が部族を助けるように。
§2.364εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, §2.365γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
もしあなたがこのように行い、アカイア人たちが従うならば、あなたは将軍たちの誰が臆病で、民の誰が臆病か、また誰が勇敢かを知るだろう。
§2.366ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
なぜなら彼らは各自の集団ごとに戦うのだから。
§2.367γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, §2.368ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
また、神の意志によってあなたが都市を攻略できないのか、あるいは男たちの臆病さと戦争における無知のせいなのかを。
§2.369τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
これに対して、支配者アガメムノン王は彼に答えて言った。
§2.370ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
「実にお前は再び、集会においてアカイアの息子たちの中で議論において際立っている、長老よ。
§2.371αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον §2.372τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
願わくは、父なるゼウス、アテナ、そしてアポロンよ、アカイア人のうちにこのような助言者が私に十人あればよいものを。
§2.373τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος §2.374χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
そうすれば、プリアモス王の都市はすぐに傾き、我らの手によって攻略され、破壊されたであろうに。
§2.375ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, §2.376ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
しかし、アイギスを持つクロノスの子ゼウスが私に苦痛を与えられた、何の実りもない争いと不和の中に私を投げ入れることによって。
§2.377καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
というのも、私とアキレウスは一人の娘のために争った、敵対する言葉をもって。
§2.378ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
そして私が先に怒りだしたのだ。
§2.379εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα §2.380Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
しかし、もし我々がいつか一つの計画へと合意するならば、そのときにはもはやトロイア人にとって破滅の猶予はいささかもないであろう。
§2.381νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
しかし今は食事に行きなさい、我々が戦いを交えるために。
§2.382εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, §2.383εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, §2.384εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, §2.385ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
各自、槍をよく研ぎ、盾をよく整えよ、快速の馬たちに食事をよく与えよ、戦車の周囲をよく点検して、戦闘の備えをせよ、我らが一日中、憎むべき戦いによって決するために。
§2.386οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν §2.387εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
なぜなら、いささかの休息もその間にはないからだ、到来する夜が、男たちの熱意を引き離すのでなければ。
§2.388ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν §2.389ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
誰の胸の周りでも、体を覆う盾のために盾を支える負い紐が汗ばみ、槍を握ることで手は疲れ果てるであろう。
§2.390ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
また、よく磨かれた戦車を引く馬も汗ばむであろう。
§2.391ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω §2.392μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα §2.393ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
だが、もし私が、戦いから離れて端の曲がった船の傍らに留まりたがっている者を見つけるなら、その者にはもはや犬や鳥を逃れる術はないであろう。
§2.394ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
」彼はこのように語った。 するとアルゴス人たちは大声を上げた。
§2.395ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, §2.396προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
それはまるで高い海岸の上で、南風が吹いてきて波が突き出た岩に打ち寄せるとき、その岩からは波が去ることがないのと同じである。
§2.397παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
あらゆる風がこちらやあちらから吹くときに。
§2.398ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας, §2.399κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
彼らは立ち上がり、船々へと散って急ぎ行き、小屋で煙を上げて、食事をとった。
§2.400ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων §2.401εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
各自、永遠に生きる神々のうちのそれぞれに犠牲を捧げ、死とアレスの戦火を逃れることを祈った。
§2.402αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
一方、男たちの王アガメムノンは、牡牛を犠牲に捧げた。
§2.403πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
極めて強大なクロノスの子に、5歳の太った牛を。
§2.404κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
そして彼は全アカイアの長老たる高貴な者たちを招いた。
§2.405Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, §2.406αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν, §2.407ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
何よりもまずネストルと、王イドメネウス、それから、二人のアイアスと、テュデウスの息子、そして6番目に、ゼウスに匹敵する知恵を持つオデュッセウスを。
§2.408αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
また、戦呼に優れたメネラオスは招かれずに自発的に彼のところに来た。
§2.409ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
なぜなら、彼は心の中で、兄がどれほど労苦しているかを知っていたからである。
§2.410βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
彼らは牛を取り囲み、大麦の粉を手にとった。
§2.411τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
そして、支配者アガメムノンは彼らの中で祈ってこう言った。
§2.412Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων §2.413μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν §2.414πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον §2.415αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, §2.416Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι §2.417χαλκῷ ῥωγαλέον·
「最も栄光ある、最も大いなるゼウスよ、暗雲をまとい、アイテールに住まう者よ、太陽が沈み、闇が訪れることがありませんように、私が、プリアモスの館を真っ逆さまに突き崩し、それを煤まみれにし、敵の火でその扉を焼き払い、ヘクトルの胸の周りのキトンを裂くまでは、青銅によって引き裂いて。
πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §2.418πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
そして彼の周りの多くの戦友たちがうつ伏せに塵の中に倒れ、歯で土を噛み締めるまでは。
§2.419ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
」彼はこのように語ったが、クロノスの子はまだ彼のを成就されなかった。
§2.420ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
しかし、彼は犠牲を受け取りつつも、過酷な労苦を増し加えられた。
§2.421αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, §2.422αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
さて、彼らが祈りを終え、大麦の粉を振りかけると、まず首を後ろに引いて、喉をかっ切り、皮を剥いだ。
§2.423μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν §2.424δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
そして腿の骨を切り出し、それを獣脂で包んだ、二重にして、その上に生肉を載せた。
§2.425καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, §2.426σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
そしてこれらを、葉のない割り木の上で焼き、内臓を串に刺して、火の上にかざした。

語釈・文法注

  1. §2.356τίσασθαι — 前行(§2.355)の命令法 ἐπειγέσθω に続く目的または結果を表す不定法。「ヘレネーの連れ去りに対する報復」という意味であり、Ἑλένης は客観属格。

この箇所を引用する

ホメロス, イリアス §2.356-2.426. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.356-2.426

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。