Humanitext Reader

ホメロス · イリアス §13.490-13.558

アルカトオスの遺体をめぐる激闘

117 / 226 箇所 · ギリシア語

要旨

アイネイアスは加勢を得て大群を率い、アルカトオスの遺体をめぐる激戦に加わる。イドメネウスやアンティロコス、メリオネスらアカイア勢は、トオンやアスカラポスらを討ち、また負傷しながらも、神の守護と武勇によってトロイア側の猛攻に対峙する。

§13.490Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
デイポボス、パリス、そして高潔なアゲノルを見やりながら。
§13.491οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν·
彼らは彼とともにトロイア人の指導者たちであった。
αὐτὰρ ἔπειτα
そのあとに軍勢が従った。
§13.492λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα §13.493πιόμενʼ ἐκ βοτάνης·
まるで、牧草地から水を飲みに牡羊のあとに羊の群れが従うように。
γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
そのとき牧人は心の中で喜ぶ。
§13.494ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει §13.495ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
そのように、アイネイアスの胸の中の心は喜んだ、軍勢の群れが自分自身に従ってくるのを見たときに。
§13.496οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν §13.497μακροῖσι ξυστοῖσι·
そして彼らは、アルカトオスの遺体をめぐって間近で突進し合った、長い槍を手にして。
περὶ στήθεσσι δὲ χαλκὸς §13.498σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον §13.499ἀλλήλων·
彼らの胸の周りでは青銅が恐ろしく鳴り響いた、彼らが群衆の中で互いを狙い合うときに。
δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων §13.500Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ §13.501ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
そして他よりも格段に優れた二人の戦士、アレスに劣らぬアイネイアスとイドメネウスが、無慈悲な青銅で互いの肉体を切り裂こうと、せき立てていた。
§13.502Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
アイネイアスが最初にイドメネウスを目がけて槍を投げた。
§13.503ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
しかし、彼はそれと正対して見て、青銅の槍を避けた。
§13.504αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης §13.505ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
アイネイアスの槍の穂先は震えながら地面に突き刺さった、頑丈な手からむなしく飛び去ったために。
§13.506Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, §13.507ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
しかしイドメネウスは、オイノマオスの腹の中央を突き、胸当てのへこみを打ち砕いた。
§13.508ἤφυσʼ·
青銅の槍ははらわたを貫いて引きずり出した。
ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
彼は塵の中に倒れ、手のひらで土を掴んだ。
§13.509Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος §13.510ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ §13.511ὤμοιιν ἀφελέσθαι·
イドメネウスは、死体から影の長い槍を引き抜いたが、もはや他の美しい武具を両肩から剥ぎ取ることはできなかった。
ἐπείγετο γὰρ βελέεσσιν.
飛び来る矢弾に追われていたからだ。
§13.512οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, §13.513οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
なぜなら、突進しようとする彼には、足の四肢がもはや確かなものではなく、自分の投げた槍を回収しに突進することも、敵の槍を避けることもできなかったからだ。
§13.514τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, §13.515τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
それゆえ彼は立ち払いながら、無慈悲な死の日を防いでいたが、戦場から退却するために、彼の足はもはや彼を素早く運ばなかった。
§13.516τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ §13.517Δηΐφοβος·
彼が歩いて立ち去ろうとするとき、輝く槍を投げた、デイポボスが。
δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
実に彼は彼に対して常に執拗な恨みを抱いていた。
§13.518ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ §13.519υἱὸν Ἐνυαλίοιο·
しかし彼はそのときも仕損じ、アレスの息子アスカラポスを槍で突いた、エニュアリオスの子を。
διʼ ὤμου δʼ ὄβριμον ἔγχος §13.520ἔσχεν·
強靭な槍は肩を貫き、とどまった。
ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
彼は塵の中に倒れ、手のひらで土を掴んだ。
§13.521οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης §13.522υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
大声で叫ぶ強大なアレスは、いまだ何も知らなかった、我が子が激しい戦闘の中で倒れたことを。
§13.523ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν §13.524ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
彼はオリンポスの頂で、黄金の雲の下にゼウスの意図によって引き留められて座っていた。
§13.525ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
そこには他の不死なる神々も戦いから遠ざけられてとどまっていた。
§13.526οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
そして彼らは、アスカラポスの遺体をめぐって間近で突進し合った。
§13.527Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν §13.528ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
デイポボスはアスカラポスから輝く兜を奪い取ったが、素早いアレスに劣らぬメリオネスが飛びかかって彼の腕を槍で突いた。
§13.529δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς §13.530αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
そして彼の手から管のようなのぞき穴のある兜が地上に落ちて響きを立てた。
§13.531Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς §13.532ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, §13.533ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο.
メリオネスは、ハゲワシのように再び飛びかかって、腕の根元から強靭な槍を引き抜き、再び味方の群れの中へと退いた。
τὸν δὲ Πολίτης §13.534αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας §13.535ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
彼を、実の兄弟であるポリテスが胴の周りに両手を回して支え、騒がしい戦場から連れ出した、快速の馬たちのところへ着くまで。
§13.536ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο §13.537ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
馬たちは、戦いと戦闘の背後に、御者と色彩豊かな戦車を伴って立っていた。
§13.538οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα §13.539τειρόμενον·
彼らは、重いため息をつく、苦しむ彼を市街へと運んで行った。
κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
新しく傷ついた手からは血が流れ落ちていた。
§13.540οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
他の者たちは戦い続け、消えぬ叫び声が上がっていた。
§13.541ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας §13.542λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
そこにアイネイアスが、カレトルの子アパレウスに襲いかかり、自分の方を向いていた彼の首を、鋭い槍で突いた。
§13.543ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
彼の頭は反対側に傾き、その上に盾が覆い被さり、兜も同様だった。
§13.544καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
彼の周りには命を奪う死が広がった。
§13.545Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας §13.546οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
アンティロコスは、背を向けたトオンを狙いすまし、飛びかかって傷つけ、一本の血管をすっかり切り裂いた。
§13.547ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
それは背中を走って首までずっと達しているものだ。
§13.548τὴν ἀπὸ πᾶσαν ἔκερσεν·
それを彼はすっかり切り裂いた。
ὃ δʼ ὕπτιος ἐν κονίῃσι §13.549κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
トオンは塵の中に仰向けに倒れ、愛する戦友たちに両手を広げた。
§13.550Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων §13.551παπταίνων·
アンティロコスは突進し、彼の両肩から武具を剥ぎ取った、周囲を警戒しながら。
Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος §13.552οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο §13.553εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ §13.554Ἀντιλόχου·
しかしトロイア人たちはあちこちから彼を取り囲み、広くてきらびやかな盾を突いたが、どうしてもアンティロコスの柔らかな肌を、無慈悲な青銅で内側までかすめることができなかった。
πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων §13.555Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
なぜなら、大地を揺るがすポセイドンが、多くの矢弾の中でも、ネストルの息子を守っていたからだ。
§13.556οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς §13.557στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ §13.558σειόμενον ἐλέλικτο·
実に彼は決して敵から離れることなく、彼らのただ中に立ち回り、彼の槍が静止していることはなく、常に震え、揺れ動いていた。
τιτύσκετο δὲ φρεσὶν ᾗσιν
そして彼は心の中で狙いを定めていた...

語釈・文法注

  1. 13.490ἐσορῶν — 主格単数現在活動分詞で、直前の489行目の主語である `Αἰνείας` を修飾しています。デイポボスらを見やりつつ、呼び集める一連の動作の同時性を表します。
  2. 13.512ὁρμηθέντι — 与格単数現在分詞で、ここでは「突進しようとする彼(イドメネウス)にとって」という関与の与格として機能し、主格 `γυῖα`(手足)の動きの鈍さを説明しています。
  3. 13.521υἷος ἑοῖο πεσόντος — 動詞 `πέπυστο`(聞く、知る)の目的語として機能する、属格名詞と分詞の結合(属格補文)です。アレスが「自分の息子が倒れたこと」をいまだ知らずにいることを示します。
  4. 13.547ἥ τʼ ἀνὰ νῶτα θέουσα — 関係代名詞 `ἥ` で始まる形容詞節が先行詞 `φλέβα`(血管)を修飾しています。解剖学的な説明(背中を走って首に達する血管)を挿入的に詳述しています。

この箇所を引用する

ホメロス, イリアス §13.490-13.558. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.490-13.558

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。