Humanitext Reader

荷马 · 伊利亚特 §13.490-13.558

围绕阿尔卡托奥斯遗体的激烈争夺

第 117 段,共 226 段 · 希腊语

内容简介

埃涅阿斯率领大军加入围绕阿尔卡托奥斯遗体的激烈争夺。德伊福玻斯等特洛伊人发起猛攻,而伊多墨纽斯、默里奥内斯及安提洛科斯等阿开亚将领英勇迎战,在神明的庇护下斩杀多名敌将并坚守阵地。

§13.490Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, §13.491οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα §13.492λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα §13.493πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν· §13.494ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει §13.495ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
顾盼着德伊福玻斯、巴里斯和高贵的阿革诺耳,他们曾与他一同作为特洛伊人的领袖;其后部众紧紧跟随,犹如羊群跟着领头公羊,自牧场前去饮水;牧人见之在心中感到欢欣;同样地,埃涅阿斯胸中的心灵也感到喜悦,当他看见部属的群落跟随在自己身后。
§13.496οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν §13.497μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς §13.498σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον §13.499ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων §13.500Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ §13.501ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
他们围着阿尔卡托奥斯的遗体短兵相接,手持长枪;在他们胸前,青铜防具发出可怕的轰鸣,因他们在这群人中互相对准着彼此;两位超越他人的剽悍战士,埃涅阿斯与伊多墨纽斯,皆不亚于战神阿雷斯,渴望用无情的青铜刺穿对方的皮肉。
§13.502Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος· §13.503ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, §13.504αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης §13.505ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
埃涅阿斯首先向伊多墨纽斯投掷长枪;但伊多墨纽斯正面注视着,躲过了这青铜之枪,埃涅阿斯的枪尖颤动着没入泥土,因它徒然地从他强健的手中飞出。
§13.506Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, §13.507ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς §13.508ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
然而伊多墨纽斯击中了奥伊诺马奥斯的腹部正中,击碎了战铠的凹处,青铜枪头穿过掏出了他的内脏;他倒在尘埃中,用掌心紧抓着泥土。
§13.509Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος §13.510ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ §13.511ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
伊多墨纽斯从尸体上拔出了长影的枪,却无法再从他的两肩上剥下其他精美的武装;因为他被飞射的矢弹所紧逼。
§13.512οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, §13.513οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
盖因当他发起冲击时,双腿的关节已不再稳固,既无法向前冲去捡回自己的枪,亦无法躲闪敌锋。
§13.514τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, §13.515τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
因此他在近战中抵挡着无情的死日,他的双脚已无法再迅速带着他从战场撤退。
§13.516τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ §13.517Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
在他缓步退去时,德伊福玻斯用闪亮的枪投向他;因德伊福玻斯对他始终怀有经久难消的积怨。
§13.518ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ §13.519υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος §13.520ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
然而他这次又未投中,却用枪击中了阿斯卡拉福斯,埃纽阿利奥斯之子;那沉重的枪穿透了他的肩膀;他倒在尘埃中,用掌心紧抓着泥土。
§13.521οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης §13.522υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ, §13.523ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν §13.524ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι §13.525ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
但那高声吼叫的强悍阿雷斯还完全不曾听闻自己的儿子已在激烈的交战中阵亡;他正坐在奥林波斯的巅峰、黄金的云霓之下,因宙斯的意志而被阻留在此,在那里其他不死的神明亦同样被禁绝参与战争。
§13.526οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν· §13.527Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν §13.528ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ §13.529δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς §13.530αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
众人围着阿斯卡拉福斯的遗体短兵相接;德伊福玻斯从阿斯卡拉福斯身上夺下闪亮的兜鍪,但那不亚于疾行阿雷斯的默里奥内斯,纵身跃起,用枪刺中了他的手臂,从他手中那管状护面的头盔落在地上,发出哐啷的响声。
§13.531Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς §13.532ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, §13.533ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο.
默里奥内斯如同秃鹫般再次跃起,从手臂的根部拔出了那柄沉重的长枪,并退回到他的同伴人群中。
τὸν δὲ Πολίτης §13.534αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας §13.535ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους §13.536ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο §13.537ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· §13.538οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα §13.539τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
而波利特斯,他的同胞兄弟,用双臂搂住他的腰部,将他带离轰鸣可怖的战场,直到来到快速的马匹旁,那些战马驻足于交锋与战斗的后方,配有他们的御者以及雕饰精美的战车;战车载着沉重叹息且痛苦不堪的他驶向城内;他新受伤的手臂鲜血不断流淌。
§13.540οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
其余的人仍在厮杀,不灭的呐喊声震天。
§13.541ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας §13.542λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί· §13.543ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη §13.544καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
此时埃涅阿斯向着卡雷托尔之子阿法柔斯扑去,用锐利的枪刺中了他转向自己的颈部;他的头颅歪向一侧,盾牌和兜鍪也一同压在身上,夺走灵魂的死亡倾泻在他的周围。
§13.545Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας §13.546οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, §13.547ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει· §13.548τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι §13.549κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
安提洛科斯伺机盯住转过身去的托翁,纵身刺伤了他,并彻底割断了那条整整的一根血管,那条沿着脊背一直通向颈部的血管;他将这根血管完全割断;托翁仰天倒在尘埃中,向着他亲爱的同伴们伸出双手。
§13.550Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων §13.551παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος §13.552οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο §13.553εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ §13.554Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων §13.555Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
安提洛科斯扑上前去,从他双肩剥下铠甲,警惕地环顾四周;特洛伊人从各处围拢过来,不停击打着他宽阔而绚丽的盾牌,却无法用无情的青铜穿透它去擦伤安提洛科斯娇嫩的肌肤;因为震地之神波塞冬在重重矢弹之中守护着涅斯托尔之子。
§13.556οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς §13.557στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ §13.558σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
因他绝非远离仇敌,而是在他们之中周旋;他的枪从不静止,而是始终摇曳颤动;他在心中暗自校准着准星……

词汇与语法注释

  1. 13.490ἐσορῶν — 主格单数现在活动分词,修饰前一行(第489行)的主语 `Αἰνείας`,表示在呼唤同伴的同时注视着他们的动作。
  2. 13.512ὁρμηθέντι — 与格单数现在分词,在此处作为关系与格(“对于试图冲锋的他而言”),解释其四肢(`γυῖα`)为何不再稳固。
  3. 13.521υἷος ἑοῖο πεσόντος — 属格名词与分词的组合,作为动词 `πέπυστο`(听说、获悉)的补足语,表示阿雷斯尚未得知“其子已经阵亡”这一事实。
  4. 13.547ἥ τʼ ἀνὰ νῶτα θέουσα — 以关系代词 `ἥ` 开始的形容词从句,修饰先行词 `φλέβα`(血管),用于插叙解剖学意义上该血管沿脊背通往颈部的路径。

引用这一段

荷马, 伊利亚特 §13.490-13.558. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.490-13.558

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。