Humanitext Reader

ホメロス · イリアス §13.142-13.212

ヘクトルの前進阻止とアムピマコスの戦死

112 / 226 箇所 · ギリシア語

要旨

ヘクトルはアカイアの密集陣に阻まれて前進を止められ、戦闘は一進一退の混戦となる。戦士たちの討ち合いのなか、ポセイドンは孫アムピマコスの死を契機として怒りを燃やし、再び戦場へと介入する。

§13.142ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
平坦な地に(達するまで)、しかしその時には、いかに勢いがあっても、もはや転がることはない。
§13.143ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης §13.144ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν §13.145κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι §13.146στῆ ῥα μάλʼ ἐγχριμφθείς·
そのようにヘクトルは、海に至るまで、アカイア人の小屋と船を容易に突破し、殺戮を続けると、しばらくは脅していたが、密集した方陣に衝突したまさにその時、すぐ近くまで迫りながらも立ち止まった。
οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν §13.147νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν §13.148ὦσαν ἀπὸ σφείων·
立ち向かうアカイア人の息子たちは、剣と両刃の槍で突き刺しながら、彼を自分たちから押し戻した。
ὃ δὲ χασσάμενος πελεμίχθη.
彼は退きながらよろめいた。
§13.149ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
そして彼はトロイア人に向かって大声で響き渡るように叫んだ。
§13.150Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §13.151παρμένετʼ·
「トロイア人、ルキア人、および接近戦を戦うダルダニア人よ、踏みとどまれ。
οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ §13.152καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
アカイア人たちが私を長く押しとどめることはないだろう、たとえ彼らが塔のように強固に自らを整えていようとも。
§13.153ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με §13.154ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
むしろ彼らは私の槍に屈して後退するだろうと私は思う、もし本当に私を神々の中で最も優れた者、ヘラの激しく轟く夫が鼓舞したのならば。
§13.155ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
」こう言って、彼は一人一人の勇気と闘志を奮い立たせた。
§13.156Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει §13.157Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
彼らの中で、デイポボスが進み出た、大いなる誇りを胸に、プリアモスの子は。
§13.158κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
前面には、すべての方向に均等な盾を掲げ、足取りも軽く歩みを進め、盾に身を隠しながら足を踏み出した。
§13.159Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ §13.160καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην §13.161ταυρείην·
メリオネスは彼を狙って輝く槍を向け、そして投げた、外すことなく、すべての方向に均等な盾、牛革の盾の真ん中を。
τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν §13.162ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ·
しかし盾を貫通することはなく、はるか手前で長い槍は柄のところで折れた。
Δηΐφοβος δὲ §13.163ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
デイポボスは牛革の盾を体から遠ざけて保持した。
§13.164ἔγχος Μηριόναο δαΐφρονος·
彼は心の中で恐れたのだ、心猛きメリオネスの槍を。
αὐτὰρ ὅ γʼ ἥρως §13.165ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
一方、その英雄は再び戦友たちの群れの中へと退いた。
§13.166ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
彼は激しく憤慨していた、勝利を逃したことと、折れてしまった槍との、両方に対して。
§13.167βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν §13.168οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
そして彼は、アカイア人の小屋と船の傍らを通って去って行った、小屋に残されていた長い槍を取ってくるために。
§13.169οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
他の者たちは戦い続け、消えることのない鬨の声が湧き上がっていた。
§13.170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα §13.171Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
テラモンの子テウクロスが、最初に敵の男を討ち取った、多くの馬を持つメントルの子、槍の戦士イムブリオスを。
§13.172ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, §13.173κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
彼はアカイア人の息子たちが来る前はペダイオンに住んでおり、プリアモスの庶出の娘メデシカステを妻としていた。
§13.174αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, §13.175ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, §13.176ναῖε δὲ πὰρ Πριάμῳ·
しかし、ダナオス人の両側を湾曲させた船がやって来ると、彼はイリオスに戻り、トロイア人の中で傑出し、プリアモスの傍らに住んだ。
ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
プリアモスは彼を我が子同様に重んじた。
§13.177τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ §13.178νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος·
この男を、テラモンの子が耳の下を長い槍で突き刺し、そして槍を引き抜いた。
ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς §13.179ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο §13.180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
すると彼は、トネリコの木のように倒れた、遠くからでもよく見える山の頂にあって、青銅(の斧)で切り倒され、瑞々しい木の葉を地面に横たえるトネリコのように。
§13.181ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
そのように彼は倒れ、彼の周りで青銅で飾られた複雑な武具が音を立てた。
§13.182Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· §13.183Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
テウクロスは武具を剥ぎ取ろうと熱望して駆け寄ったが、彼が駆け寄るのを見て、ヘクトルが輝く槍を投げつけた。
§13.184ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος §13.185τυτθόν·
しかしテウクロスは正面を見据えて、青銅の槍をかわした、わずかな差で。
ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος §13.186νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
しかしその槍は、アクトルの子クテアトスの息子アムピマコスが戦場へと入ってくるところを、胸に突き刺さった。
§13.187δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
彼は崩れ落ちて鈍い音を立て、彼の上で武具がガチャリと音を立てた。
§13.188Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν §13.189κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
ヘクトルは、こめかみにぴったり合った兜を、勇猛なアムピマコスの頭から奪い取ろうと突進した。
§13.190Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ §13.191Ἕκτορος·
しかしアイアスが、突進するヘクトルに向けて輝く槍を突き出した。
ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ §13.192σμερδαλέῳ κεκάλυφθʼ·
だが、ヘクトルの肌にはどこも届かなかった、全身が不気味な青銅で覆われていたからである。
ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, §13.193ὦσε δέ μιν σθένεϊ μεγάλῳ·
しかしアイアスは盾の突起を突き、大いなる力で彼を押し戻した。
ὃ δὲ χάσσατʼ ὀπίσσω
ヘクトルは後退した、二つの遺体から。
§13.194νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
アカイア人たちがこれらを回収した。
§13.195Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς §13.196ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
アムピマコスの遺体は、スティキオスと高貴なメネステウス、アテナイ人の指揮官たちが、アカイア人の軍勢のもとへと運んだ。
§13.197Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς §13.198ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων §13.199ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ §13.200ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, §13.201ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ §13.202τεύχεα συλήτην·
イムブリオスの方は、激しい闘志に満ちた二人のアイアスが、まるで二頭のライオンが、鋭い歯を持つ犬どもの手から山羊を奪い取って、うっそうとした茂みの中を運んでいくかのように、地上高く顎にしっかりとくわえて持ち上げるように、そのように、武装した二人のアイアスが彼を高く抱え、武具を剥ぎ取った。
κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς §13.203κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, §13.204ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
そして、しなやかな首から首をアムピマコスの死に激怒したオイレウスの子が切り落とし、それを群衆を貫いて、毬のように回転させて投げた。
§13.205Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
それはヘクトルの足元の塵の中に落ちた。
§13.206καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη §13.207υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
そしてその時まさに、ポセイドンは心から激怒した、恐るべき戦闘の中で、孫が倒れたために。
§13.208βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν §13.209ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
彼はアカイア人の小屋と船の傍らへと進んで行った、ダナオス人を鼓舞し、トロイア人には災いをもたらすために。
§13.210Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
槍に高名なイドメネウスが彼に出会った。
§13.211ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο §13.212ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
彼は、戦場から戻ってきたばかりの戦友のもとから来るところであった、その戦友は膝の裏を鋭い青銅で射抜かれていた。

語釈・文法注

  1. 13.142ἰσόπεδον — この単語は、前節 (§13.141) の `ἕως ἵκηται`([平坦な地に]達するまで)という従属節の論理的終着点を示している。続いて `τόて`(その時には)から対比的な主節が始まっている。
  2. 13.151ἀρτύναντες — アオリスト分詞。直前の `καὶ μάλα πυργηδὸν`(まさしく塔のように)を伴い、譲歩(「たとえ…としても」)の意味を表す分詞構文として機能している。
  3. 13.158ὑπασπίδια — 中性複数・副詞的対格。ホメロスにおける特徴的な表現で、「自らの盾の陰に身を隠しながら、前進する」という戦術的動作を描写している。
  4. 13.161τῆς — 指示代名詞女性単数属格(盾 `ἀσπίδα` を指す)。動詞 `διελαύνω`(貫通する)は部分的な接触を示すために、目的語として属格を取る。
  5. 13.183ὁρμηθέντος — 属格分詞(テウクロスを指す)。`ἀκόντισε` の間接目的語(狙う対象)を表す属格とも、独立属格(「彼が急いで突進したときに」)とも解釈可能。文脈上は投擲のターゲットを示す前者として解釈される。
  6. 13.197ὥς τε δύʼ αἶγα λέοντε — 二人のアイアスをライオンに比喩するこの長い直喩(§13.198-201)において、主語と動詞(`φέρητον`, `ἔχοντε`, `συλήτην`)には一貫して両数(dual)が用いられており、戦闘における彼らの緊密な協調行動が文法構造の面からも強調されている。

この箇所を引用する

ホメロス, イリアス §13.142-13.212. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.142-13.212

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。