意気盛んなトロイア人と多国から集まった同盟軍は、槍で彼の盾の真ん中を突きながら、絶えず追いかけた。
§11.566Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς §11.567αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας §11.568Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
アイアスはある時は、再び身を翻して激しい闘志を思い出し、馬をならすトロイア人の戦列を食い止め、またある時は、逃れるために背を向けた。
§11.569πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, §11.570αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ §11.571ἱστάμενος·
彼は敵の誰もが速い船へと進むのを防ぎ、自らはトロイア人とアカイア人の間に立って猛り狂った。
τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν §11.572ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, §11.573πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, §11.574ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
大胆な手から放たれた槍は、あるものは前方に突進して彼の大きな盾に突き刺さり、また多くの槍は、白い肌に届く前に、その中間で、肌を貪ることを渇望しながら、地面に突き刺さって立ち尽くした。
§11.575τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς §11.576Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, §11.577στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, §11.578καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν §11.579ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
エウアイモンの輝かしい息子エウリュピュロスは、彼が激しい矢に苦しめられているのに気づくと、彼の傍らに進み出て立ち、輝く槍を投げ、ファウシアスの子で民の牧者であるアピサオンを、横隔膜の下の肝臓に当て、すぐにその膝を崩れさせた。
§11.580Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
エウリュピュロスは駆け寄り、その肩から武具を奪い取った。
§11.581τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς §11.582τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον §11.583ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ §11.584δεξιόν·
神のようなアレクサンドロスは、彼がアピサオンから武具を奪っているのに気づくと、すぐにエウリュピュロスに向けて弓を引き、その右の太ももを矢で射た。
ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
矢のシャフトは折れ、太ももは重くなった。
彼は死を避けるために再び戦友たちの群れへと退き、ダナオス人に聞こえるように鋭く叫んだ。
§11.587ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §11.588στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ §11.589Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
「友よ、アルゴス人の指導者、支配者たちよ、立ち止まって踏みとどまり、無慈悲な日を遠ざけよ、激しい矢に苦しめられているアイアスから。
§11.590φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος·
彼は不吉な音の響く戦場から逃れられないだろうと私は思う。
ἀλλὰ μάλʼ ἄντην §11.591ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
だから、偉大なるテラモンの子アイアスの周りに、真正面からしっかりと立ち向かえ。
§11.592ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν §11.593πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες §11.594δούρατʼ ἀνασχόμενοι·
」負傷したエウリュピュロスがこう語ると、彼らは彼の傍らに近く立ち、肩に盾を寄せ、槍を構えた。
τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
アイアスは彼らの方へやって来た。
§11.595στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
そして戦友たちの群れに到達すると、身を翻して踏みとどまった。
§11.596ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
このように彼らは、燃え盛る火のように戦った。
一方、ネレウスの馬たちは、汗を流しながらネストルを戦場から運び、民の牧者マカオンを連れて行った。
§11.599τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
俊足の、神のようなアキレウスは、彼が運ばれるのを見て気づいた。
彼は巨大な船の船尾に立ち、過酷な闘争と涙に満ちた敗走を見つめていたからである。
彼はすぐに船の傍らから大声を上げて、自分の戦友パトロクロスに呼びかけた。
ὃ δὲ κλισίηθεν ἀκούσας
パトロクロスは小屋からそれを聞き、アレスのように出て来た。
§11.604ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
しかし、これが彼にとって災いの始まりとなった。
§11.605τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
メノイティオスの勇敢な息子が先に彼に語りかけた。
§11.606τίπτέ με κικλήσκεις Ἀχιλεῦ;
「なぜ私を呼ぶのか、アキレウスよ。
τί δέ σε χρεὼ ἐμεῖο;
私に何の用があるのか。
§11.607τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」足の速いアキレウスは彼に答えて言った。
§11.608δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
「メノイティオスの気高き息子よ、私の心に最も適った者よ。
今やアカイア人たちは私の膝の周りに集まり、懇願することになるだろう。
χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
もはや耐え難い窮地が彼らに迫っているからだ。
§11.611ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο §11.612ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
しかし今、ゼウスに愛されるパトロクロスよ、行ってネストルに尋ねてくれ、彼が戦場から連れ帰った、あの負傷した男は誰なのかを。
後ろ姿はアスクレピオスの子マカオンに完全に似ているが、その男の顔を見ることはできなかった。
§11.615ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
馬たちが猛スピードで私を通り過ぎて行ったからだ。
§11.616ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, §11.617βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
」彼がこう語ると、パトロクロスは愛する戦友に従い、アカイア人の小屋と船の傍らを走って行った。
§11.618οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, §11.619αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, §11.620ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος §11.621ἐξ ὀχέων·
一方、彼らがネレウスの子の小屋に到着すると、彼ら自身は多くの者を養う大地へと降り立ち、従者エウリュメドンが老人の馬たちを戦車から解いた。
τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων §11.622στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός·
二人は下着から汗を乾かした、海の岸辺で風に向かって立ちながら。
αὐτὰρ ἔπειτα §11.623ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
それから彼らは小屋に入り、椅子に腰掛けた。
§11.624τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
美しい髪のヘカメデが彼らのために混合酒を作った。
§11.625τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, §11.626θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
彼女は、アキレウスがテネドスを攻略した時に、老人がそこから獲得した、高潔なアルシノオスの娘であり、アカイア人たちが彼女をネストルに選んで与えたものであった。
§11.627ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
彼が助言において全員の中で最も優れていたからである。
§11.628ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν §11.629καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς §11.630χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, §11.631ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
彼女はまず彼らの前に、よく磨かれた、紺碧の脚を持つ美しいテーブルを押し出し、その上に青銅の皿を置き、飲み物のつまみとして玉ねぎを、そして新鮮な蜂蜜を、さらにその傍らに神聖な大麦の粉を置いた。
§11.632πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
またその傍らに、老人が故郷から持ってきた非常に美しい大杯を置いた。