Humanitext Reader

ホメロス · イリアス §11.424-11.491

オデュッセウスの負傷とアイアスらによる救出

97 / 226 箇所 · ギリシア語

要旨

オデュッセウスはソコスを討ち取るものの自らも負傷し包囲されるが、メネラオスとアイアスが救出に駆けつけ敵を退散させる。

§11.424δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης §11.425νύξεν·
突起のある盾の下、股間のあたりを槍で突き刺した。
ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
彼は塵の中に倒れ、手のひらで大地を掴んだ。
§11.426τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ §11.427αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
オデュッセウスは彼らをそこに残し、富裕なソコスの実の兄弟である、ヒッパソスの子カロプスを槍で傷つけた。
§11.428τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, §11.429στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
神のごとき男ソコスは、兄弟を救おうと駆け寄り、すぐ近くに立ち、彼に向かって言葉をかけた。
§11.430ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο §11.431σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι §11.432τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας, §11.433ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
「誉れ高きオデュッセウスよ、策略と労苦に飽くなき者よ、今日お前は、このような二人のヒッパソスの子らを討ち取って武具を奪ったと誇るか、それとも、私の槍に貫かれて命を落つか、そのどちらかだ。
§11.434ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
」そう言って、彼はすべての側に均等な盾を突き刺した。
§11.435διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, §11.436καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
輝く盾を貫いて重い槍は通り抜け、精巧に作られた胸当てをも貫いて突き刺さった。
§11.437πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε §11.438Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
それは脇腹からすべての皮を削ぎ落としたが、パラス・アテナは、それが男の内臓に届くのを許さなかった。
§11.439γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, §11.440ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
オデュッセウスは、己に致命的な最期が訪れたわけではないことを知り、一歩退いて、ソコスに向かって言った。
§11.441ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
「哀れな男よ、実にお前には険しい破滅が迫っている。
§11.442ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· §11.443σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
確かにお前は私をトロイア軍との戦いから退かせたが、お前には、今日この場所で殺戮と黒き死が訪れると私は宣言する。
§11.444ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα §11.445εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
私の槍に屈して、お前は私に勝利の栄光をもたらし、その魂を、名馬で名高いハデスへと引き渡すのだ。
§11.446ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει, §11.447τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν §11.448ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
」彼はそう語り、ソコスは逃げようと背を向けて立ち去りかけたが、オデュッセウスは背を向けた彼の背中、両肩の間に槍を突き刺し、胸へと貫通させた。
§11.449δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
ソコスは音を立てて倒れ、気高きオデュッセウスは勝ち誇って言った。
§11.450ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο §11.451φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
「おおソコスよ、戦意に富む馬馴らしのヒッパソスの子よ、死の最期がお前を捉える方が早かったな、お前は逃れることができなかった。
§11.452ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
哀れな男よ、死んだお前の目を、父も高貴な母も閉じてはくれないだろう。
§11.453ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ §11.454ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
ただ、肉食の鳥どもが、羽を激しく羽ばたかせながらお前を引き裂くのだ。
§11.455αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
だが、私がもし死ねば、気高きアカイア人たちが葬儀を執り行ってくれる。
§11.456ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος §11.457ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
」そう語ると、彼は心強きソコスの重い槍を、自分の体と突起のある盾から引き抜いた。
§11.458αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
槍が引き抜かれると、血が噴き出し、彼の心を苦しめた。
§11.459Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος §11.460κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
心高きトロイア人たちは、オデュッセウスの血を見るや、互いに群れの中で声を掛け合い、一斉に彼に襲いかかった。
§11.461αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
しかし彼は後退し、味方に叫んで助けを求めた。
§11.462τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, §11.463τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
彼は人間の頭が耐えうる限りの大声で三度叫び、アレスに愛されしメネラオスは、その叫び声を三度耳にした。
§11.464αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
メネラオスはすぐに、近くにいたアイアスに呼びかけた。
§11.465Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν §11.466ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
「ゼウスに育まれしテラモンの子アイアスよ、民の指導者よ、忍耐強いオデュッセウスの叫び声が私の周りに聞こえてきた。
§11.467τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα §11.468Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
それはまるで、激しい戦いの中で彼が孤立し、トロイア軍に遮断されて圧倒されているかのような叫びだ。
§11.469ἀλλʼ ἴομεν καθʼ ὅμιλον·
さあ、群衆の中へ進もう。
ἀλεξέμεναι γὰρ ἄμεινον.
彼を救うのが最善だ。
§11.470δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς §11.471ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
彼が優れた男でありながら、トロイア人の中で孤立して何か災いに遭い、ダナオス人にとって多大な損失とならないか心配だ。
§11.472ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
」こう言ってメネラオスが先導し、神のごとき男アイアスがその後に続いた。
§11.473εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν §11.474Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν §11.475ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ §11.476ἰῷ ἀπὸ νευρῆς·
そして彼らは、ゼウスに愛されしオデュッセウスを見出したが、その周囲では、山の中で赤黒いジャッカルどもが、弓の弦から放たれた矢で男に射られた枝角のある鹿を取り囲んでいるかのように、トロイア人たちが群がっていた。
τὸν μέν τʼ ἤλυξε πόδεσσι §11.477φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ· §11.478αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, §11.479ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν §11.480ἐν νέμεϊ σκιερῷ·
その鹿は、温かい血が流れ、膝が動く限りは、走って逃げ延びるのだが、速い矢がその鹿を屈服させると、山の中の生肉を食らうジャッカルどもが、日陰の森でそれを貪り食う。
ἐπί τε λῖν ἤγαγε δαίμων §11.481σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
そこへ神が、貪欲なライオンを導いてくると、ジャッカルどもは散り散りに逃げ去り、ライオンがそれを貪り食う。
§11.482ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην §11.483Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως §11.484ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
そのように、知略に富み心強きオデュッセウスの周りには、数多くの勇敢なトロイア兵が群がっていたが、英雄は槍を振るって突進し、冷酷な死の日を払い除けていた。
§11.485Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, §11.486στῆ δὲ παρέξ·
そこにアイアスが、塔のような盾を携えて近くに歩み寄り、傍らに立った。
Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
するとトロイア兵たちは四方八方へと逃げ散った。
§11.487ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου §11.488χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
アレスに愛されしメネラオスは、オデュッセウスの手を引いて群衆から連れ出し、その間に従者が戦車を近くへと走らせた。
§11.489Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον §11.490Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, §11.491οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
一方アイアスはトロイア兵たちに襲いかかり、プリアモスの庶子ドリュクロスを討ち取り、さらにパンドコスを突き刺し、リュサンドロスとピュラソス、それにピュラルテスを突き刺した。

語釈・文法注

  1. 11.430δόλων ἆτʼ ἠδὲ πόνοιο — ἆτʼ は「飽くことのない」を意味する形容詞 ἆτος(ἄατος の縮約形)の男性単数呼格 ἆτε であり、属格 δόλων ἠδὲ πόνοιο(策略と労苦)を支配している。
  2. 11.451φθῆ σε τέλος θανάτοιο κιχήμενον — 動詞 φθάνω(アオリスト三人称単数 φθῆ)は「〜より先んじる」を意味し、対格(σε)と分詞(κιχήμενον)を伴って「死の終局がお前を捉える方が(お前が逃れるよりも)早かった」という事態を表す。
  3. 11.462ὅσον κεφαλὴ χάδε φωτός — χάδε は χανδάνω(含む、容れる)の第2アオリスト三人称単数。直訳すると「大人の頭部が容れうる限りの(大声で)」となり、人間の喉・頭が発しうる限界の声量を表す。

この箇所を引用する

ホメロス, イリアス §11.424-11.491. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.424-11.491

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。