Humanitext Reader

ホメロス · イリアス §11.357-11.423

ディオメデスの負傷退却とオデュッセウスの孤軍奮闘

96 / 226 箇所 · ギリシア語

要旨

ディオメデスがパリスの矢を右足に受けて戦場から撤退し、オデュッセウスが孤立無援の状態で押し寄せるトロイア軍を相手に踏みとどまり奮戦する。

§11.357ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν §11.358τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης §11.359τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας §11.360ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
テュデウスの子(ディオメデス)が、自分の槍の軌道を追って、槍が彼のために大地に突き刺さったはるか先方、最前線の兵たちの間へと向かっていった間に、その間にヘクトルは息を吹き返し、再び戦車に飛び乗ると、兵卒の群れの中へと駆り出し、黒き死の運命を逃れた。
§11.361δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
ディオメデスは槍を構えて突進しながら、彼に呼びかけた。
§11.362ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον·
「犬め、お前はまたしても死を逃れたな。
ἦ τέ τοι ἄγχι §11.363ἦλθε κακόν·
実に破滅がお前の間近に迫っていたのだ。
νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων §11.364ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
だが、今回もポイボス・アポロンがお前を救った、お前が投げ槍の轟音の中へ行くときに、必ず祈る相手が。
§11.365ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, §11.366εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
だが、次に相まみえるときには、私は必ずお前を仕留めてみせる、もし神々の誰かが私の味方にもなってくれるなら。
§11.367νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
今は代わりに、他の者たちで、私が出会う者を襲うとしよう。
§11.368ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
」彼はそう言って、槍で名高いパイオンの子(アガストロポス)を討ち取った。
§11.369αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο §11.370Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
一方、美髪のヘレネの夫アレクサンドロスは、民の牧者であるテュデウスの子に対して弓を引き絞っていた。
§11.371στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ §11.372Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
彼は、古い民の長老であったダルダノスの子イルスの、人の手で築かれた墓の墓碑に寄りかかっていた。
§11.373ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο §11.374αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων §11.375καὶ κόρυθα βριαρήν·
ディオメデスは強勇なアガストロポスの胸からきらびやかな胸当てを、また肩から盾を、そして重い兜を剥ぎ取っていた。
ὃ δὲ τόξου πῆχυν ἄνελκε
一方、パリスは弓の湾曲部を引き絞り、矢を放った。
§11.376καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
矢は彼の法螺吹きの如き手から無駄に逃れることはなかった。
§11.377ταρσὸν δεξιτεροῖο ποδός·
彼はディオメデスの右足の甲を射抜いた。
διὰ δʼ ἀμπερὲς ἰὸς §11.378ἐν γαίῃ κατέπηκτο·
矢は貫通して大地に突き刺さった。
ὃ δὲ μάλα ἡδὺ γελάσσας §11.379ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
パリスは実にご機嫌に笑いながら、待ち伏せの場所から飛び出し、誇らしげに言葉を放った。
§11.380βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν·
「お前は射られたぞ! 矢は無駄には外れなかった。
ὡς ὄφελόν τοι §11.381νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
ああ、お前の下腹部の奥深くを射抜いて、その命を奪ってやれたらよかったものを。
§11.382οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, §11.383οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
そうすれば、トロイア人たちも災厄から息を吹き返したであろうに、彼らはお前を、猛り狂うライオンを恐れる山羊どものように怯えているのだから。
§11.384τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
」これに全く怯むことなく、強勇なディオメデスが答えた。
§11.385τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα §11.386εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, §11.387οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
「弓使いめ、卑劣漢、弓の角を誇る女たらしよ、もしお前が武具を身につけて、正面から私に挑むならば、弓も、雨あられと降る矢もお前を救いはしないだろう。
§11.388νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
だが今、お前は私の足の甲をかすめただけで、いたずらに勝ち誇っている。
§11.389οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
私は、女や愚かな子供に射られたのと同様、気にも留めぬ。
§11.390κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
なぜなら、力なき、取るに足らぬ男の矢は鈍いものだからだ。
§11.391ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ, §11.392ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
しかし、私の手から放たれる矢は全く異なり、たとえ僅かでも触れれば、それは鋭い刃となり、瞬時に命を奪い去る。
§11.393τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί, §11.394παῖδες δʼ ὀρφανικοί·
その者の妻の頬は悲しみに掻き毟られ、子供たちは孤児となる。
ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων §11.395πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
そして本人は、自らの血で大地を赤く染めながら朽ち果て、その周りには、女たちよりも多くの鳥たちが群がるのだ。
§11.396ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν §11.397ἔστη πρόσθʼ·
」彼がこう語ると、槍で名高いオデュッセウスが近くに歩み寄り、彼の前に立った。
ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ §11.398ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
ディオメデスはその背後に座り込み、素早く足から鋭い矢を抜いた。 激しい痛みが体中を走った。
§11.399ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε §11.400νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν·
彼は戦車に飛び乗り、御者に空ろな船へと急がせるよう命じた。
ἤχθετο γὰρ κῆρ.
彼の心は深く傷ついていたからである。
§11.401οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
こうして、槍で名高いオデュッセウスは一人取り残された。
§11.402Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
アカイア兵は誰も彼の傍らに留まらなかった、恐怖が全員を捉えたからである。
§11.403ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
彼は憤慨し、自らの気高き心に向かって語りかけた。
§11.404ὤ μοι ἐγὼ τί πάθω;
「ああ、私はどうすればよいのか。
μέγα μὲν κακὸν αἴ κε φέβωμαι §11.405πληθὺν ταρβήσας·
群衆を恐れて逃げ出すのは大いなる悪(恥)だ。
τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω §11.406μοῦνος·
だが、一人取り残されて捕らえられるのは、さらに恐ろしい。
τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
他のダナオス人たちを、クロノスの子は退散させたのだ。
§11.407ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
しかし、なぜ我が愛する心は、このようなことを思い悩むのか。
§11.408οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
卑怯な者たちが戦争から逃げ去るのを、私は知っている。
§11.409ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ §11.410ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
だが、戦いにおいて優れた者であるならば、傷を負おうとも、他者を倒そうとも、断固として踏みとどまらねばならぬ。
§11.411εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §11.412τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
」彼が心の中でこのように思案している間に、盾を構えたトロイア兵の隊列が押し寄せ、彼を中央に包囲した。
§11.413ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
彼ら自身にとっての災い(オデュッセウス)をそのただ中に置きながら。
§11.414ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ §11.415σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο §11.416θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, §11.417ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων §11.418γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
あたかも、犬どもや血気盛んな若者たちが野猪を包囲するとき、野猪は深い茂みから現れ、湾曲した顎の中で白い牙を研ぎ澄まし、彼らはその周りを襲いかかり、その下で牙が鳴り響くが、野猪がいかに恐ろしくとも、彼らは退かずに留まるように。
§11.419ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο §11.420Τρῶες·
まさにそのように、ゼウスに愛されしオデュッセウスの周りにトロイア兵たちが群がった。
ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην §11.421οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, §11.422αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
オデュッセウスはまず、非の打ち所のないデーイオピテスを、飛びかかりながら鋭い槍で肩の上から突き刺し、その後、トオーンとエンノモスを討ち倒した。
§11.423Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
次に、戦車から飛び降りてきたヘルシダマスを、

語釈・文法注

  1. §11.357ᾤχετʼ ἐρωὴν — ᾤχετο は ᾤχομαι(去る、進む)の直説法未完了過去。ἐρωήν は「(槍の)勢い、飛翔」を意味し、ここでは動作の方向を示す対格(同族対格ないし副詞的対格)として、「槍の飛んでいった方へ向かった」と解釈される。後続する καταείσατο は κατά と εἴδομαι(見える、現れる)の複合動詞の直説法アオリスト中動態3人称単数(あるいは καταδύω と関係する形)であり、γαίης は部分属格で「大地に(突き刺さった場所)」を意味する。
  2. §11.380ὡς ὄφελόν — ὄφελον(ὀφείλω 「義務がある」のアオリストに由来する不変化形、あるいは1人称単数)は、接続詞 ὡς(または αἴθε)を伴って「〜であったならよかったのに」という実現不可能な過去の願望を表す。ここでは不定詞 ἑλέσθαι(381行目)を伴って「命を奪えていたらよかったのに」という意味を形成している。
  3. §11.391εἴ κʼ ὀλίγον περ ἐπαύρῃ — εἴ κε (εἴ κʼ) に接続法 ἐπαύρῃ(ἐπαυρίσκω 「触れる、与る」のアオリスト中動態3人称単数)が続く形は、一般的な条件(「もしわずかでも触れるならば」)を表す。主節の ὀξὺ βέλος πέλεται(392行目)は現在形の直説法であり、普遍的な事実を述べている。
  4. §11.413μετὰ σφίσι πῆμα τιθέντες — πῆμα(災い、禍根)は、ここではオデュッセウス自身を指す同格的表現。トロイア兵たちはオデュッセウスを包囲した(ἔλσαν ἐν μέσσοισι)が、その「包囲する」という行為自体が、彼らのただ中に「災い(=強力な戦士であるオデュッセウス)」を抱え込むことを意味するという、皮肉を孕んだ分詞表現(「自分たちの間に災いをもたらしながら」)である。

この箇所を引用する

ホメロス, イリアス §11.357-11.423. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.357-11.423

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。