Humanitext Reader

ホメロス · イリアス §11.285-11.356

ヘクトルの猛攻とディオメデスらの奮戦

95 / 226 箇所 · ギリシア語

要旨

アガメムノンの撤退を見たヘクトルは、トロイア軍を鼓舞して猛攻を仕掛け、アカイア軍を敗走の危機に陥れる。窮地の中でディオメデスとオデュッセウスが踏みとどまり、ヘクトルを撃退して味方の窮地を救う。

§11.285Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
彼はトロイア人とルキア人に大きな声を張り上げて呼びかけた。
§11.286Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §11.287ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
「トロイア人、ルキア人、そして間近で戦うダルダニア人たちよ、友よ、勇士たれ、激しい武勇を思い出せ。
§11.288οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε §11.289Ζεὺς Κρονίδης·
最も優れた男は去った、そしてクロノスの子ゼウスは私に大いなる栄光を与えてくれた。
ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους §11.290ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
だが、まっすぐに単蹄の馬たちを駆り立てよ、勇猛なダナオス人のもとへ、そなたたちがより優れた栄光を手にするために。
§11.291ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
」こう言って、彼は一人一人の気力と勇気を鼓舞した。
§11.292ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας §11.293σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, §11.294ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους §11.295Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
あたかも猟師が、鋭い白い歯を持つ犬どもを野生の猪か、あるいは獅子に向かってけしかけるように、そのようにアカイア兵たちに向かって、気気高きトロイア人たちをけしかけた、プリアモスの子ヘクトルは、人間を滅ぼすアレスのごとく。
§11.296αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, §11.297ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, §11.298ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
彼自身は最前線に立って、意気揚々と進み、激しく吹き荒れる嵐のように、戦闘の渦中に飛び込んだ、それは舞い降りて、菫色の海をかき乱すものである。
§11.299ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν §11.300Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
そこにおいて、誰を最初に、そして誰を最後に打ち倒したのか、プリアモスの子ヘクトルが、ゼウスから栄光を与えられたときに。
§11.301Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην §11.302καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον §11.303Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
まずはアサイオス、オートノオス、そしてオピテス、そしてクリュティオスの子ドロプス、オペルティオス、アゲラオス、アイスムノス、オロス、そして戦いに耐え抜くイッポノオス。
§11.304τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
彼はこれらダナオス人の指導者たちを倒し、そのあとで兵卒の群れを。
§11.305πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ §11.306ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
あたかも西風ゼピュロスが、白く輝く南風ノトスの雲を、激しい突風で打ち叩きながら散らすように。
§11.307πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη §11.308σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
膨れ上がった多くの波が転がり、うねる風の激しい叫びによって、泡が空高く吹き散らされる。
§11.309ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
そのように、ヘクトルの下で民衆の頭が次々と打ち倒された。
§11.310ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, §11.311καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, §11.312εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
そこにおいて破滅が生じ、手の施しようのない惨事が起こったであろう、アカイア兵たちは逃げ惑い、船の中にまで追い詰められたであろう、もしオデュッセウスがテュデウスの子ディオメデスに大声で呼びかけなかったならば。
§11.313Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
「テュデウスの子よ、我々はどうして激しい武勇を忘れてしまったのか。
§11.314ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο·
さあ、こちらへ来い、友よ、私の傍らに立て。
δὴ γὰρ ἔλεγχος §11.315ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
もし兜きらめくヘクトルが船を奪うようなことがあれば、実に不名誉なことになる。
§11.316τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
」これに答えて、強勇なディオメデスが語りかけた。
§11.317ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι·
「無論、私はここに留まり、耐え抜こう。
ἀλλὰ μίνυνθα §11.318ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς §11.319Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
だが、我々の喜びはほんの束の間であろう、雲を集めるゼウスが我々よりもトロイア人たちに勝利を与えることを望んでおられるのだから。
§11.320ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε §11.321δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν·
」そう言って、彼は槍で左の乳房を突き、チュンブライオスを馬から地へと突き落とした。
αὐτὰρ Ὀδυσσεὺς §11.322ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
一方、オデュッセウスは、その王の神のごとき従者モリオンを討った。
§11.323τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
その後、彼らはこの二人を放置した、戦うことを辞めさせたので。
§11.324τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
そして二人は群衆の中へと進み、混乱を引き起こした。
§11.325ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
あたかも二頭の野猪が、猟犬どもの中に、気負い立って飛び込むように。
§11.326ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
そのように二人は引き返してトロイア兵を討ち滅ぼした。
§11.327ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
そしてアカイア兵たちは、高貴なヘクトルから喜んで逃れつつ、息を吹き返した。
§11.328ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω §11.329υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
そこで二人は戦車を捕らえ、また民衆の中で最も優れた二人の男を討った、ペルコテのメロプスの二人の息子であった。
§11.330ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε §11.331στείχειν ἐς πόλεμον φθισήνορα·
メロプスは誰よりも予言の術に長けており、自分の息子たちに人を滅ぼす戦争へと赴くことを許さなかった。
τὼ δέ οἱ οὔ τι §11.332πειθέσθην·
しかし二人は父に従わなかった。
κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
黒き死の運命の女神たちが彼らを導いていたからである。
§11.333τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης §11.334θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
彼らから、槍で名高いテュデウスの子ディオメデスは命と息根を奪い、輝かしい武具を剥ぎ取った。
§11.335Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
一方、オデュッセウスはイッポダモスとウペイロコスを打ち倒した。
§11.336ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων §11.337ἐξ Ἴδης καθορῶν·
そこでクロノスの子は、イデ山から見下ろしながら、戦いを両軍に等しく引き張った。
τοὶ δʼ ἀλλήλους ἐνάριζον.
彼らは互いに打ち倒し合った。
§11.338ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ §11.339Παιονίδην ἥρωα κατʼ ἰσχίον·
さて、テュデウスの息子は、パイオンの子の英雄アガストロポスを槍で股関節のあたりを突き刺した。
οὐ δέ οἱ ἵπποι §11.340ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
だが彼には馬が逃げ延びるために近くにおらず、彼は心の中で大いなる過ちを犯していた。
§11.341τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς §11.342θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
なぜなら、従者が馬たちを遠くに留めていたからであり、彼自身は徒歩で愛する命を失うまで、先陣の戦士たちの間を猛進していた。
§11.343Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς §11.344κεκλήγων·
ヘクトルは列の間から素早く察知し、大声を上げながら彼らに向かって突進した。
ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
同時にトロイア兵の戦列が従った。
§11.345τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, §11.346αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
これを見て、戦闘に優れたディオメデスは身震いし、すぐ近くにいたオデュッセウスに語りかけた。
§11.347νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
「我々二人に、この災い、強大なるヘクトルが転がり寄ってくる。
§11.348ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
だが、さあ、立ち止まり、ここに留まって彼を防ごう。
§11.349ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος §11.350καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, §11.351ἄκρην κὰκ κόρυθα·
」彼はそう言って、長く陰を引く槍を振りかざして放ち、頭部を狙って違わず命中させた、兜のてっぺんを。
πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, §11.352οὐδʼ ἵκετο χρόα καλόν·
だが、青銅は青銅からはじき返され、美しい肌には達しなかった。
ἐρύκακε γὰρ τρυφάλεια §11.353τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
三層の、目穴のある兜が防いだのだ、それはポイボス・アポロンが彼に与えたものであった。
§11.354Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, §11.355στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ §11.356γαίης·
ヘクトルは素早くはるか後方へと退き、群衆に交じり、片膝をついて倒れ込み、太い手で大地を支えた。
ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
そして彼の両の目を暗い夜が覆った。

語釈・文法注

  1. §11.290ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε — 接続法 ἄρησθε(ἀείρω / αἴρω のアオリスト中期二部複数)を導く目的節(ἵνα + 接続法)。「より優れた(ὑπέρτερον)栄光を手にするために」の意味になる。
  2. §11.310ἔνθά κε λοιγὸς ἔην — 過去の事実に反する帰結(帰結節)を表す反実仮想の構文(κε [= ἄν] + 直説法不変化過去 ἔην [= ἦν])。「そこにおいて(もしこれこれがなかったならば)破滅が生じたであろう」という、劇的な危機の瞬間を示す。
  3. §11.313τί παθόντε λελάσμεθα — 双数主格分詞 παθόντε と、複数一次人称動詞 λελάσμεθα(λανθάνω の完了中間・受動態、ここでは能動の意味で「忘れる」)の組み合わせ。τί παθών;(「どうして/何があって」)の双数形であり、オデュッセウスとディオメデスの二人を指す。
  4. §11.332κῆρες γὰρ ἄγον μέλανος θανάτοιο — 属格 μέλανος θανάτοιο(黒き死の)は、導く目的地を示す属格(または κῆρες の属性の属格)として動詞 ἄγον または κῆρες にかかる。彼らを死へと誘う運命の不可避性を表現している。
  5. §11.340ἀάσατο δὲ μέγα θυμῷ — 動詞 ἀάσατο(ἀάω のアオリスト中間態)は「理性を失う、大いなる過ち・過失を犯す」を意味する。θυμῷ は場所・ respect の与格(心において)。アガストロポスが自らの馬を遠くに残して徒歩で戦った無謀な過ちを指す。

この箇所を引用する

ホメロス, イリアス §11.285-11.356. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.285-11.356

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。