Humanitext Reader

荷马 · 伊利亚特 §11.285-11.356

赫克托尔的发难与迪奥墨得斯的阻击

第 95 段,共 226 段 · 希腊语

内容简介

目睹阿伽门农离去的赫克托尔鼓舞特洛伊人发起猛烈攻势,将阿开亚人逼入败退的绝境。在危机中,迪奥墨得斯和奥德修斯坚守阵地,击退了赫克托尔,挽救了战局。

§11.285Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· §11.286Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §11.287ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
他放声大喊,向特洛伊人和吕基亚人呼吁: “特洛伊人、吕基亚人和近战的达耳达尼亚人啊,朋友们,要作男子汉,牢记那猛烈的勇武。
§11.288οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε §11.289Ζεὺς Κρονίδης·
最优秀的男子已经离去,克罗诺斯之子宙斯赐予了我巨大的荣耀。
ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους §11.290ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
但要把单蹄的骏马直驱向勇猛的达奈人,好让你们赢得更崇高的荣耀。
§11.291ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 他这样说,激发起每个人的力量和斗志。
§11.292ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας §11.293σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, §11.294ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους §11.295Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
宛如猎人唆使白齿猎犬去追赶野生的公猪或是雄狮,普里阿摩斯之子赫克托尔,如同毁灭凡人的阿瑞斯一般,向着阿开亚人唆使起胸怀大志的特洛伊人。
§11.296αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, §11.297ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, §11.298ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
他自己昂首阔步在最前列,意气风发,冲入战场,如同猛烈刮起的暴风,倾泻而下,搅动着紫罗兰色的深海。
§11.299ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν §11.300Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
那时,谁是第一个,谁又是最后一个被他斩杀,当普里阿摩斯之子赫克托尔,在宙斯赐予他荣耀之时?
§11.301Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην §11.302καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον §11.303Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
首先是阿赛奥斯、奥托诺奥斯和奥皮特斯,以及克吕提奥斯之子多洛普斯、奥斐尔提奥斯和阿格劳斯,还有埃叙姆诺斯、奥罗斯和坚守战阵的希波诺奥斯。
§11.304τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα §11.305πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ §11.306ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· §11.307πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη §11.308σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· §11.309ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
于是他斩杀了这些达奈人的领袖,随后又杀向士兵大众,宛如西风驱散云雾,用猛烈的暴风,打击那带来白光的南风的积云;滚滚巨浪翻腾,四处漂泊的风暴发出怒号,将浪花向高空抛洒;同样,百姓的累累头颅也在赫克托尔手下纷纷陨落。
§11.310ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, §11.311καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, §11.312εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς· §11.313Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
此时,本会有毁灭发生,无计可施的惨剧将会铸就,逃跑的阿开亚人也将退落到船队之中,若非奥德修斯向提丢斯之子迪奥墨得斯大声呼喊: “提丢斯之子,我们是怎么了,竟然忘记了猛烈的勇武?
§11.314ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος §11.315ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
来吧,朋友,站在我身旁;因为如果闪盔的赫克托尔夺取了船只,那将是极大的耻辱。
§11.316τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· §11.317ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα §11.318ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς §11.319Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
” 强壮的迪奥墨得斯回答他说: “我的确会留下来并坚持住;但在我们这里,快乐将是短暂的,因为聚云的宙斯宁可把胜利赐给特洛伊人,也不愿赐给我们。
§11.320ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε §11.321δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς §11.322ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
” 他说完,用长枪刺中泰姆布莱奥斯的左胸,将他从马车上推落到地上;而奥德修斯则斩杀了那位国王神一样的侍从莫利翁。
§11.323τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· §11.324τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω §11.325ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· §11.326ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ §11.327ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
随后他们便丢下这两个人,因为已令他们停止了战斗;而这两人则冲入人群大肆杀戮,宛如两头野猪气势汹汹地扑向猎犬群一般;他们就这样转身回击,消灭着特洛伊人;而阿开亚人也在从高贵的赫克托尔麾下惊惶逃命时,得以欣然喘息。
§11.328ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω §11.329υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων §11.330ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε §11.331στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι §11.332πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
此时,他们夺取了一辆战车和两名民众中最杰出的男子,他们是佩尔科特的梅洛普斯的两个儿子,梅洛普斯比所有人都精通占卜,不准许他的孩子们走向这毁灭人类的战争;但这两个孩子绝不听从他,因为黑暗死亡的克蕾丝女神正引导着他们。
§11.333τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης §11.334θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα· §11.335Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
提丢斯之子、枪法赫赫有名的迪奥墨得斯夺去了他们的生命和灵魂,并剥下了他们光荣的甲胄;而奥德修斯则斩杀了希波达摩斯和许珀罗科斯。
§11.336ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων §11.337ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
此时,克罗诺斯之子自伊达山向下俯瞰,为他们拉平了战线;他们便互相厮杀。
§11.338ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ §11.339Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι §11.340ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
提丢斯之子用长枪刺中了派翁之子、英雄阿加斯特罗波斯的髋部;但他的马匹并不在近旁可以逃跑,他在心中犯了极大的糊涂。
§11.341τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς §11.342θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
因为侍从把战马带在远远的地方,而他自己却徒步在前锋战士中猛冲,直到丧失了他宝贵的生命。
§11.343Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς §11.344κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
赫克托尔在队伍中敏锐地察觉到了这一幕,便大声呼喊着向他们扑去;在他身旁紧跟着特洛伊人的方阵。
§11.345τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, §11.346αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· §11.347νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· §11.348ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
善于呐喊的迪奥墨得斯见状浑身一颤,随即对身旁的奥德修斯说道: “那强悍的赫克托尔,正向我们两人滚滚袭来这场灾难;来吧,让我们坚守岗位,留在这里抵御他。
§11.349ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος §11.350καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, §11.351ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, §11.352οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια §11.353τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
” 他说完,抡起长影的枪矛,投掷了出去,瞄准他的头部击中了他,没有失手,正中头盔的顶部;但青铜被头盔反弹开来,未能触及他美丽的肌肤;因为那三层、有孔洞的防卫盔挡住了它,那是福玻斯·阿波罗赐予他的。
§11.354Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, §11.355στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ §11.356γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
赫克托尔迅速向后跃退了极远,隐入人群,跪倒在地,用粗壮的手撑在大地上;黑夜笼罩了他的双眼。

词汇与语法注释

  1. §11.290ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε — 由 ἵνα 引导的带虚拟语气 ἄρησθε(ἀείρω / αἴρω 的第二人称复数不定过去时中间语态)的目的从句,意为“为了让你们赢得更崇高的(ὑπέρτερον)荣耀”。
  2. §11.310ἔνθά κε λοιγὸς ἔην — 表示与过去事实相反的虚拟语气主句(结论句),由 κε (= ἄν) 连同未完成过去直陈语气 ἔην (= ἦν) 构成,意为“那时(若非发生某事)本会有毁灭发生”,用以表现戏剧性的危机时刻。
  3. §11.313τί παθόντε λελάσμεθα — 双数主格分词 παθόντε 与第一人称复数动词 λελάσμεθα(λανθάνω 的完成时中间/被动语态,此处具主动意义,意为“忘记”)的结合。它是常用惯用语 τί παθών;(“怎么了/为什么”)的双数形式,指代奥德修斯和迪奥墨得斯两人。
  4. §11.332κῆρες γὰρ ἄγον μέλανος θανάτοιο — 属格 μέλανος θανάτοιο(“黑暗死亡的”)作为目的地或属性属格,修饰动词 ἄγον 或名词 κῆρες,表达了引导他们走向死亡的命运之不可避免性。
  5. §11.340ἀάσατο δὲ μέγα θυμῷ — 动词 ἀάσατο(ἀάω 的不定过去时中间语态)意为“丧失理智、犯下大错”。结合 θυμῷ(表示方面或处所的与格,“在心中”),指阿加斯特罗波斯将马匹留在远处而徒步作战的鲁莽错误。

引用这一段

荷马, 伊利亚特 §11.285-11.356. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.285-11.356

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。