§11.213ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
戦うように彼らを励まし、激しい戦闘を引き起こした。
§11.214οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, §11.215Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
彼らは身を翻してアカイア兵たちに立ち向かい、アルゴス人たちも反対側で戦列を固めた。
§11.216ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι·
戦闘の準備が整い、彼らは向き合って立った。
ἐν δʼ Ἀγαμέμνων §11.217πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
その中でアガメムノンが真っ先に飛び出し、皆の遥か前方に立って戦うことを望んだ。
§11.218ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι §11.219ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν §11.220ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
今や私に語れ、オリンポスの館を持つミューズたちよ、誰が最初にアガメムノンに向かって進み出たかを、トロイア人のうちから、あるいは誉れ高き同盟軍のうちから。
アンテノルの子イピダマス、勇敢にして大いなる男、彼は羊を育む肥沃なトラキアで育てられた。
キッセウスが彼を、幼い頃に館の中で育てたのだ、母方の祖父であり、頬美しきテアノを生んだ者である。
§11.225αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, §11.226αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
だが、彼が栄光ある青春の盛りに達した時、祖父は彼をそこに引き留め、自分の娘を与えた。
§11.227γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν §11.228σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
だが、結婚するやいなや、彼は新房からアカイア人の噂を聞いて旅立った、彼に従う12隻の反り返った船とともに。
彼はそれら均整の取れた船をペルコテに留め置き、自身は徒歩でイリオスへとやって来た。
§11.231ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
まさに彼が、そのときアトレウスの子アガメムノンに立ち向かった。
§11.232οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §11.233Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
彼らが互いに近づき、間近に迫ったとき、アトレウスの子は狙いを外し、槍は脇へと逸れた。
だがイピダマスは、甲冑の下の帯のあたりを突き、自らも重い手を頼みとして体重をかけて押し込んだ。
§11.236οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν §11.237ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
だが、きらびやかな帯を貫くことはできず、はるか手前で、銀に突き当たって、槍の先は鉛のように曲がってしまった。
§11.238καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων §11.239ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς §11.240σπάσσατο·
それを手で掴み、広く支配するアガメムノンは、獅子のように激しく怒りながら自分の方へと引き寄せ、彼の手から(槍を)奪い取った。
τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
そして剣で彼の首を打ち、四肢の力を失わせた。
§11.241ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον §11.242οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
こうして彼はその場に倒れ、青銅の眠りについた、同胞たちを助けようとして、新婚の妻から遠く離れて、憐れにも。
§11.243κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
若き妻、その恩恵を全く受けることなく、多くのものを与えたのに。
§11.244πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη §11.245αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
まず百頭の牛を与え、次いで千頭の山羊と羊を同時に与える約束をしていた、数え切れないほど彼に飼育されていたものを。
まさにその時、アトレウスの子アガメムノンは彼から武具を剥ぎ取り、アカイア人の群衆の中を、その美しい武具を運んで進んだ。
§11.248τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν §11.249πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
人々の中でひときわ優れたコオンが、これを目に留めた、アンテノルの年長の息子である。
§11.250ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
激しい悲しみが彼の目を覆った、弟が倒れたのを見て。
§11.251στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, §11.252νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, §11.253ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
彼は高貴なアガメムノンに気づかれぬよう、槍を手に脇に立ち、彼の腕の真ん中、肘の下を突き刺した、そして輝く槍の先が反対側へと突き抜け出た。
§11.254ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
人間たちの王アガメムノンはぞっと身震いした。
しかし、それでも彼は戦いと戦闘を辞めず、風に鍛えられた槍を携えてコオンへと突進した。
§11.257ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον §11.258ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
コオンは、同じ父を持つ兄弟イピダマスの足を、はやる気持ちで引きずり、すべての勇士たちに大声で呼びかけていた。
§11.259τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης §11.260οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
群衆の中で彼を引きずっているところを、盛り上がったボスのついた盾の下から、アガメムノンは青銅の槍で突き刺し、その四肢の力を奪った。
§11.261τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
そしてイピダマスの死体の上で彼の傍らに立ち、その首を切り落とした。
こうしてアンテノルの息子たちは、王者アトレウスの子の下で運命を全うし、ハデスの館へと入っていった。
§11.264αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν §11.265ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, §11.266ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
一方アガメムノンは、他の戦士たちの陣列を巡った、槍と剣、そして大きな石を手に、傷口からまだ温かい血が湧き出ている間は。
§11.267αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα, §11.268ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
だが、傷口が乾き、血が止まると、鋭い痛みがアトレウスの子の体に染み渡った。
§11.269ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα §11.270δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι §11.271Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, §11.272ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
あたかも、産気づいた女を、鋭く激しい矢が襲うように、それは出産の苦しみをもたらすエイレイテュイアたち、ヘラの子らであり、激しい陣痛を司る者たちが放つものであるが、そのように鋭い痛みがアトレウスの子の体に染み渡った。
彼は戦車に飛び乗り、御者に命じた、中がうつろな船へと駆り立てるように。
ἤχθετο γὰρ κῆρ.
心がひどく痛んでいたからである。
§11.275ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
そして彼は声を張り上げ、ダナオス人たちに向かって叫んだ。
§11.276ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §11.277ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι §11.278φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς §11.279εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
「友よ、アルゴス人の指導者たち、支配者たちよ、今やそなたたちが、海を行く船から激しい戦闘を退けてくれ、知恵あるゼウスが私に一日中トロイア人と戦い続けることをお許しにならなかったのだから。
」このように語ると、御者は美しい鬣の馬たちに鞭を当てた、中がうつろな船を目指して。
τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
馬たちは嫌がることなく飛ぶように走った。
胸からは泡を吹き、下からは塵を浴びながら、苦しむ王を戦場から遠くへと運び去っていった。
§11.284Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
一方、ヘクトルはアガメムノンが立ち去るのを目に留めると