§11.144δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
胸を槍で貫き、彼は仰向けに地面に倒れ込んだ。
§11.145Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε §11.146χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας, §11.147ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
イッポロコスは戦車から飛び降りたが、アガメムノンは今度は彼を地上で討ち果たした、剣で両手を切り落とし、首を切り離して、丸太のように、彼を群衆の中へと転がるように投げ飛ばした。
§11.148τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, §11.149τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
彼らはそのままにしておき、最も多くの陣列が乱れているところへ、そこへ彼は飛び込み、彼とともに、他の脛当てよきアカイア兵たちも飛び込んだ。
歩兵は、やむを得ず逃げ惑う歩兵を討ち倒し、騎兵は騎兵を討ち倒した。
ὑπὸ δέ σφισιν ὦρτο κονίη
彼らの足下からは塵が舞い上がり、平野から。
それを舞い上がらせたのは、轟音を響かせる馬たちの足であった、青銅の武器で敵を殺戮しながら。
ἀτὰρ κρείων Ἀγαμέμνων §11.154αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
しかし支配者アガメムノンは、絶えず殺戮を続け、アルゴス人たちに命じながら追撃した。
§11.155ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, §11.156πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι §11.157πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· §11.158ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
あたかも、荒れ果てた森に恐ろしい火が燃え広がり、渦巻く風がそれを至る所に運び、低木たちが火の勢いに押されて、根こそぎ倒れゆくように、そのように、アトレウスの子アガメムノンのもとで、逃げ惑うトロイア人たちの首が転がり落ちた。
§11.159Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι §11.160κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας §11.161ἡνιόχους ποθέοντες ἀμύμονας·
多くの首の太い馬たちが、空の戦車を戦場の通路にガタガタと響かせながら走らせた、優れた御者たちを恋い慕って。
οἳ δʼ ἐπὶ γαίῃ §11.162κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
だが彼らは地上に横たわっていた、妻たちよりも禿鷹たちにとってはるかに愛しい姿となって。
§11.163Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης §11.164ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
一方、ヘクトルをば、ゼウスが矢の届かぬところへ、また塵の中から、虐殺からも、血からも、そして戦場の喧騒からも連れ去った。
§11.165Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
アトレウスの子は、ダナオス人たちに激しく命じながら追撃を続けた。
§11.166οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο §11.167μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο §11.168ἱέμενοι πόλιος·
彼らは、古のダルダノスの子イロスの墓のそばを、平野の真ん中を通って、野生のいちじくの木のそばを、急ぎ駆け抜けた、都を目指して。
ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ §11.169Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
アトレウスの子は叫び声を上げながら絶えず追い、その無敵の両手を汚血で染めていた。
§11.170ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, §11.171ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
だが、彼らがついにスカイアの門と一本の樫の木のところに行き着いた時、そこで彼らは踏みとどまり、互いを待ち合わせた。
§11.172οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, §11.173ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ §11.174πάσας·
しかし他の者たちは、なおも平野の真ん中を、牛たちのように逃げ惑っていた、夜の深い闇にやって来たライオンが、それらすべてを怯え上がらせるように。
τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
その中の1頭に、容赦なき死が迫る。
§11.175τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι §11.176πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
ライオンはその首を力強い歯で噛み砕き、まず最初に、それからその血とすべての内臓を貪り食う。
そのように、アトレウスの子、支配者アガメムノンは彼らを追い、絶えず最後尾の者を殺戮した。
οἳ δʼ ἐφέβοντο.
彼らは逃げ惑っていた。
多くの者が、うつ伏せに、あるいは仰向けに、戦車から転落した、アトレウスの子の手にかかって。
περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
というのも、彼はその槍を携えて、前方で狂ったように猛威を振るっていたからだ。
§11.181ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος §11.182ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε §11.183Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
だが、彼がまさに都とそびえ立つ城壁の下へたどり着こうとしたまさにその時、人間と神々の父が泉の湧き出るイデの峰々に座した、天から下って。
§11.184οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
その両手には稲妻を握っていた。
§11.185Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
そして彼は、黄金の翼を持つ伝令のイリスを促した。
§11.186βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
「行け、素早きイリスよ、ヘクトルにこの言葉を伝えよ。
§11.187ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν §11.188θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, §11.189τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω §11.190μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
彼が、人々を牧する者アガメムノンが先頭に立って猛威を振るい、戦士たちの陣列を討ち倒しているのを見ている間は、その間は退いていよ、そして他の軍勢に命じて、激しい戦闘の中で敵と戦わせるがよい。
§11.191αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ §11.192εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω §11.193κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται §11.194δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
しかし、アガメムノンが槍で突かれるか、あるいは矢で射られて傷を負い、戦車に飛び乗ったなら、その時、私はヘクトルに勝利の力を授けよう、敵を殺戮しながら、ついに彼が美しく整った船にたどり着き、太陽が沈み、神聖な闇が訪れるまで。
§11.195ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
」このようにゼウスは語り、風の速さを持つ俊足のイリスはこれに背かなかった。
§11.196βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
彼女はイデの山々から下り、神聖なイリオスへと向かった。
§11.197εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον §11.198ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
彼女は、思慮深きプリアモスの息子、高貴なヘクトルを見出した、馬たちと、頑丈に組み立てられた戦車の中に立っているのを。
§11.199ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
近くに立ち、俊足のイリスが話しかけた。
「ヘクトルよ、プリアモスの息子、ゼウスに劣らぬ思慮を持つ者よ、父なるゼウスが、あなたにこれらを告げるために私を遣わされました。
§11.202ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν §11.203θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, §11.204τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι §11.205μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
あなたが、人々を牧する者アガメムノンが先頭に立って猛威を振るい、戦士たちの陣列を討ち倒しているのを見ている間は、その間は戦いから身を引いていなさい、そして他の軍勢に命じて、激しい戦闘の中で敵と戦わせるがよい。
§11.206αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ §11.207εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει §11.208κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι §11.209δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
しかし、アガメムノンが槍で突かれるか、あるいは矢で射られて傷を負い、戦車に飛び乗ったなら、その時、ゼウスはあなたに勝利の力を授けられるでしょう、敵を殺戮しながら、ついにあなたが美しく整った船にたどり着き、太陽が沈み、神聖な闇が訪れるまで。
§11.210ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
」このように語って、俊足のイリスは去っていった。