§11.144δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
用长枪刺中了他的胸部;他便仰面朝天倒在了地上。
§11.145Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε §11.146χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας, §11.147ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
希波洛科斯跳下了战车,阿伽门农又在地上将他杀死,用宝剑砍断了他的双手,并斩下了他的头颅,像圆木一般,使他旋转着在人众中滚去。
§11.148τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, §11.149τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
他将他们留在原地;自己则向着敌阵混乱最烈之处,向着那里冲去,随行的还有其他披甲精良的阿开亚人。
§11.150πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, §11.151ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη §11.152ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων §11.153χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων §11.154αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
步兵宰杀着被迫逃跑的步兵,骑兵宰杀着骑兵;在他们的足下扬起了尘暴,来自平野,那是发出巨响的马蹄所扬起的尘土,他们用青铜武器杀戮着;而统治者阿伽门农一直在后追杀,指挥着阿耳戈斯人。
§11.155ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, §11.156πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι §11.157πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· §11.158ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα §11.159Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι §11.160κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας §11.161ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ §11.162κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
犹如毁灭性的大火降临在无路可通的密林,回旋的狂风将火带往各处,低矮的灌木在烈火的猛攻下,连根倒下;正如那样,在阿特柔斯之子阿伽门农的攻击下,逃跑的特洛伊人的头颅纷纷落下,许多高视阔步的骏马在战场的通道上,拖着空车发出嘎嘎的响声,想念着它们那无可挑剔的驾车人;然而他们却在地上横尸原野,对秃鹰来说,远比对他们的妻子更为可爱。
§11.163Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης §11.164ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ· §11.165Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
而赫克托尔,宙斯将他引开,免受飞弹的袭击,并带离了尘土、杀戮、鲜血和战场的喧嚣;阿特柔斯之子则在后紧迫,猛烈地指挥着达奈人。
§11.166οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο §11.167μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο §11.168ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ §11.169Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
他们经过古老的达尔达诺斯之子伊洛斯的坟墓,穿过平野的中部,经过野无花果树,疾驰而过,急于到达城池;而他在后面咆哮着追赶,阿特柔斯之子,用污血染红了他那无敌的双拳。
§11.170ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, §11.171ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
但当他们终于到达斯开亚门和那棵橡树时,他们便在那里立定,并等待着彼此。
§11.172οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, §11.173ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ §11.174πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· §11.175τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι §11.176πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· §11.177ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων §11.178αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
而其他人仍在平野的中部奔逃,如同牛群,狮子在深夜的黑暗中袭来,惊吓了所有的牛;其中一头牛,陡然面临灭顶之灾;狮子先用强有力的牙齿咬断了它的脖子,接着便舔食它的鲜血并吞噬所有的内脏;正如那样,阿特柔斯之子、宽广统治的阿伽门农在后追赶,不断杀死最后掉队的人;而他们则狼狈逃窜。
§11.179πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων §11.180Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
许多人面朝下或仰面朝天,从战车上摔落,在阿特柔斯之子的手下;因为他在最前线用长枪疯狂刺杀。
§11.181ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος §11.182ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε §11.183Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης §11.184οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
但当他即将来到城下和陡峭的城墙时,此时,人类与众神之父坐在泉水众多的伊达山的山巅,从天而降;他手里握着雷电。
§11.185Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· §11.186βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
他催促金翅的传令官伊里斯前去传话: “去吧,快速的伊里斯,把这话告诉赫克托尔。
§11.187ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν §11.188θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, §11.189τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω §11.190μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
只要他看见人民的牧者阿伽门农在最前线猛冲,斩杀着战士的大军,他就应当退避,并命令其余的军队在激烈的战斗中与敌人交战。
§11.191αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ §11.192εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω §11.193κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται §11.194δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
但当阿伽门农被长枪刺中,或被飞箭射伤,跃上他的战车时,那时我将赐予赫克托尔力量,去杀戮敌人,直到他到达排桨齐备的战船,太阳落山,神圣的夜幕降临。
” 他这样说,风足快速的伊里斯并未违抗,她从伊达的山岭降下,前往神圣的伊利奥斯。
§11.197εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον §11.198ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· §11.199ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· §11.200Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε §11.201Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
她找到了智勇的普里阿摩斯之子、高贵的赫克托尔,正站在战马和拼合稳固的战车旁;捷足的伊里斯站在近旁,对他说道: “赫克托尔,普里阿摩斯之子,智慧堪比宙斯之人,父神宙斯差遣我来,向你传达这些话。
§11.202ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν §11.203θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, §11.204τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι §11.205μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
只要你看见人民的牧者阿伽门农在最前线猛冲,斩杀着战士的大军,你就应当退出战斗,并命令其余的军队在激烈的战斗中与敌人交战。