§7#2εἰ μὲν ἐρᾷς χρημάτων καὶ μείζονος δυναστείας καὶ κινδύνων δι’ ὧν αἱ κτήσεις τούτων εἰσίν, ἑτέρους σοι συμβούλους παρακλητέον·
もしあなたが金銭やより大きな支配権、そしてこれらを手に入れる手段となる危険を熱望するなら、あなたは他の人々を顧問として招くべきです。
εἰ δὲ ταῦτα μὲν ἱκανῶς ἔχεις, ἀρετῆς δὲ καὶ δόξης καλῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐνοίας ἐπιθυμεῖς, τοῖς τε λόγοις τοῖς ἐμοῖς προσεκτέον τὸν νοῦν ἐστὶ καὶ τοῖς καλῶς τὰς πόλεις τὰς αὑτῶν διοικοῦσιν ἁμιλλητέον καὶ πειρατέον αὐτῶν διενεγκεῖν.
しかし、もしこれらを十分に持っており、徳や良い評判、そして多くの人々からの好意を望むなら、私の言葉に心を留め、自分たちの国家を美しく治めている者たちと競い、彼らを凌駕するよう努めるべきです。
ἀκούω δὲ Κλέομμιν τὸν ἐν Μηθύμνῃ ταύτην ἔχοντα τὴν δυναστείαν περί τε τὰς ἄλλας πράξεις καλὸν κἀγαθὸν εἶναι καὶ φρόνιμον, καὶ τοσοῦτον ἀπέχειν τοῦ τῶν πολιτῶν τινας ἀποκτείνειν ἢ φυγαδεύειν ἢ δημεύειν τὰς οὐσίας ἢ ποιεῖν ἄλλο τι κακόν, ὥστε πολλὴν μὲν ἀσφάλειαν παρέχειν τοῖς συμπολιτευομένοις, κατάγειν δὲ τοὺς φεύγοντας, ἀποδιδόναι δὲ τοῖς μὲν κατιοῦσι τὰς κτήσεις ἐξ ὧν ἐξέπεσον, τοῖς δὲ πριαμένοις τὰς τιμὰς τὰς ἑκάστοις γιγνομένας, πρὸς δὲ τούτοις καθοπλίζειν ἅπαντας τοὺς πολίτας, ὡς οὐδενὸς μὲν ἐπιχειρήσοντος περὶ αὐτὸν νεωτερίζειν, ἢν δ’ ἄρα τινὲς τολμήσωσιν, ἡγούμενον λυσιτελεῖν αὑτῷ τεθνάναι τοιαύτην ἀρετὴν ἐνδειξαμένῳ τοῖς πολίταις μᾶλλον ἢ ζῆν πλείω χρόνον τῇ πόλει τῶν μεγίστων κακῶν αἴτιον γενόμενον.
さて私は、メテュムナでこの支配権を握っているクレオッミスが、他の事績においても高潔かつ賢明であり、市民の一部を殺害したり、追放したり、その財産を没収したり、その他の悪事を働くことからは程遠く、その結果、市民たちに多大な安全を提供し、亡命者たちを帰国させ、帰国した人々には彼らが追い出された財産を返還し、かつてそれを買い取った人々にはそれぞれ相当する代金を払い戻し、その上、すべての市民を武装させていると聞いています。 これは、誰も自分に対して反乱を企てようとはしないと確信しているからであり、また万一誰かが敢行したとしても、市民にそのような美徳を示して死ぬことの方が、国家にとって最大の災厄の原因となって長く生き長らえるよりも、自分にとって有益であると考えているからです。
ἔτι δ’ ἂν πλείω σοι περὶ τούτων διελέχθην, ἴσως δ’ ἂν καὶ χαριέστερον, εἰ μὴ παντάπασιν ἔδει με διὰ ταχέων γράψαι τὴν ἐπιστολήν.
もし私がこの手紙を極めて急いで書く必要がなかったならば、私はこれらのことについてあなたにもっと多く、そしておそらくより優美に語ったことでしょう。
νῦν δὲ σοὶ μὲν αὖθις συμβουλεύσομεν, ἂν μὴ κωλύσῃ με τὸ γῆρας, ἐν δὲ τῷ παρόντι περὶ τῶν ἰδίων δηλώσομεν.
しかし今は、あなたには、もし老齢が私を妨げないならば、再び助言することにするとして、差し当たりは私自身の私的な事柄について明らかにしましょう。
αὐτοκράτωρ γὰρ ὁ τὰ γράμματα φέρων οἰκείως ἡμῖν ἔχει·
というのも、この手紙を運ぶアウトクラトールは、私と親しい関係にあるからです。
περί τε γὰρ τὰς διατριβὰς τὰς αὐτὰς γεγόναμεν καὶ τῇ τέχνῃ πολλάκις αὐτοῦ κέχρημαι καὶ τὸ τελευταῖον περὶ τῆς ἀποδημίας τῆς ὡς σὲ σύμβουλος ἐγενόμην αὐτῷ.
というのも、私たちは同じ学問に携わってきましたし、私は彼の技術をしばしば利用しましたし、最後には、あなたのところへの旅について彼の相談相手になったからです。
διὰ δὴ ταῦτα πάντα βουλοίμην ἄν σε καλῶς αὐτῷ χρήσασθαι καὶ συμφερόντως ἀμφοτέροις ἡμῖν, καὶ γενέσθαι φανερόν, ὅτι μέρος τι καὶ δι’ ἐμὲ γίγνεταί τι τῶν δεόντων αὐτῷ.
これらすべての理由から、私はあなたが彼を親切に、そして私たち双方にとって有益なように扱ってくれること、そして彼が必要としていることの一部が、私を通じても実現したことが明らかになることを望みます。
καὶ μὴ θαυμάσῃς, εἰ σοὶ μὲν οὕτως ἐπιστέλλω προθύμως, Κλεάρχου δὲ μηδὲν πώποτ’ ἐδεήθην.
そして、私があなたにはこのように熱心に手紙を送る一方で、クレアルコスには一度も何も頼まなかったとしても、不思議に思わないでください。
σχεδὸν γὰρ ἅπαντες οἱ παρ’ ὑμῶν καταπλέοντες σὲ μὲν ὅμοιόν φασιν εἶναι τοῖς βελτίστοις τῶν ἐμοὶ πεπλησιακότων, Κλέαρχον δὲ κατὰ μὲν ἐκεῖνον τὸν χρόνον, ὅτ’ ἦν παρ’ ἡμῖν, ὡμολόγουν, ὅσοι περ ἐνέτυχον, ἐλευθεριώτατον εἶναι καὶ πραότατον καὶ φιλανθρωπότατον τῶν μετεχόντων τῆς διατριβῆς·
なぜなら、あなた方のところから船でやって来るほぼすべての者が、あなたは私に師事した者たちのうちで最も優れた人々に似ていると言っているからです。 一方、クレアルコスについては、彼が私たちのところにいたあの時期には、彼に出会ったすべての人が、学問に参加していた者たちのうちで最も寛大で、最も温和で、最も人道的な人物であると認めていました。
ἐπειδὴ δὲ τὴν δύναμιν ἔλαβε, τοσοῦτον ἔδοξε μεταπεσεῖν ὥστε πάντας θαυμάζειν τοὺς πρότερον αὐτὸν γιγνώσκοντας.
しかし、彼が権力を握ると、かつて彼を知っていたすべての人々が驚くほどに変貌したように見えました。
πρὸς μὲν οὖν ἐκεῖνον διὰ ταύτας τὰς αἰτίας ἀπηλλοτριώθην·
それゆえ、彼に対しては、これらの理由のために私は疎遠になりました。
σὲ δ’ ἀποδέχομαι καὶ πρὸ πολλοῦ ποιησαίμην ἂν οἰκείως διατεθῆναι πρὸς ἡμᾶς.
しかし、あなたを私は歓迎し、あなたが私たちに対して親密な感情を抱くようになることを、何よりも望ましいこととみなすでしょう。
δηλώσεις δὲ καὶ σὺ διὰ ταχέων, εἰ τὴν αὐτὴν γνώμην ἔχεις ἡμῖν·
そしてあなたも、もし私たちと同じ考えを持っているならば、それをすぐに明らかにするでしょう。
αὐτοκράτορός τε γὰρ ἐπιμελήσει καὶ πέμψεις ἐπιστολὴν ὡς ἡμᾶς, ἀνανεούμενος τὴν φιλίαν καὶ ξενίαν τὴν πρότερον ὑπάρχουσαν.
すなわち、あなたはアウトクラトールに配慮し、私たちに手紙を送り、以前から存在していた友情と歓待関係を更新するでしょうから。
ἔρρωσο, κἄν του δέῃ τῶν παρ’ ἡμῖν, ἐπίστελλε.
健やかであれ。 そして、こちらのことで何か必要なことがあれば、手紙を送りなさい。