Humanitext Reader

プルタルコス · 『隠れて生きよ』について §6-7

認識の目的と光としての魂および死後の報い

3 / 3 箇所 · ギリシア語

要旨

著者はいのちと生成の目的が認識にあるとし、魂の本質が光であることを論じる。さらに、敬虔な者の死後は光と対話に満ち、不義な者の死後は無知と消滅という真の罰が待つと述べる。

§6δοκῶ δʼ ἐγὼ καὶ τὸ ζῆν αὐτὸ καὶ ὅλως τὸ φῦναι καὶ μετασχεῖν ἀνθρώπῳ γενέσεως εἰς γνῶσιν ὑπὸ θεοῦ δοθῆναι·
私は、生きることそれ自体、またおよそ生まれ出て、人間として生成に与ることは、認識のために神から与えられたのだと思う。
ἔστι δʼ ἄδηλος καὶ ἄγνωστος ἐν τῷ παντὶ πόλῳ καὶ κατὰ μικρὰ καὶ σποράδην φερόμενος·
[魂は]全世界の天球において不分明で知られないまま、細分化され散在して漂っている。
ὅταν δὲ γένηται, συνερχόμενος αὑτῷ καὶ λαμβάνων μέγεθος ἐκλάμπει καὶ καθίσταται δῆλος ἐξ ἀδήλου καὶ φανερὸς ἐξ ἀφανοῦς.
しかしそれが生まれると、自らへと集まり、大きさを得て輝き出し、不分明なものから分明なものへ、目に見えないものから目に見えるものへと定まる。
οὐ γὰρ εἰς οὐσίαν ὁδὸς ἡ γνῶσις ὡς ἔνιοι λέγουσιν, ἀλλʼ οὐσίας εἰς γνῶσιν·
なぜなら、一部の人々が言うように、認識とは存在への道なのではなく、存在から認識への道だからである。
οὐ γὰρ ποιεῖ τῶν γιγνομένων ἕκαστον ἀλλὰ δείκνυσιν·
というのも、認識は生成するものの各々を作り出すのではなく、示すのである。
ὥσπερ οὐδʼ ἡ φθορὰ τοῦ ὄντος ἄρσις εἰς τὸ μὴ ὄν ἐστιν, ἀλλὰ μᾶλλον εἰς τὸ ἄδηλον ἀπαγωγὴ τοῦ διαλυθέντος.
それはあたかも、存在するものの消滅が非存在への引き去りではなく、むしろ分解されたものが不分明な領域へと連れ去られることであるのと同じである。
ὅθεν δὴ τὸν μὲν ἣλιον Ἀπόλλωνα κατὰ τοὺς πατρίους καὶ παλαιοὺς θεσμοὺς νομίζοντες Δήλιον καὶ Πύθιον προσαγορεύουσι·
まさにそれゆえ、太陽をアポロンとみなして、祖先の古い定めにしたがって「デリオス」や「ピュティオス」と人々は呼ぶのである。
τὸν δὲ τῆς ἐναντίας κύριον μοίρας, εἴτε θεὸς εἴτε δαίμων ἐστίν, Ἅιδην ὀνομάζουσιν, ὡς ἂν εἰς ἀειδὲς καὶ ἀόρατον ἡμῶν, ὅταν διαλυθῶμεν, βαδιζόντων "νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θʼ ὕπνου κοίρανον.
これに対して、反対の分け前を支配する者を、神であれ精霊であれ「ハデス」と名付ける。 それはあたかも、私たちが分解されたとき、見えず目に映らない場所、すなわち "暗い夜と怠惰な眠りの支配者" のところへ歩み去るかのようである。
" οἶμαι δὲ καὶ τὸν ἄνθρωπον αὐτὸν οὑτωσὶ φῶτα καλεῖν τοὺς παλαιούς, ὅτι τοῦ γιγνώσκεσθαι καὶ γιγνώσκειν ἑκάστῳ διὰ συγγένειαν ἔρως ἰσχυρὸς ἐμπέφυκεν.
また私は、昔の人々が人間そのものを「光」と呼んだのも、知られることと知ることへの強い憧れが、類縁性のゆえに各々に生まれつき備わっているからだと思う。
αὐτήν τε τὴν ψυχὴν ἔνιοι τῶν φιλοσόφων φῶς εἶναι τῇ οὐσίᾳ νομίζουσιν, ἄλλοις τε, χρώμενοι τεκμηρίοις καὶ ὅτι τῶν ὄντων μάλιστα τὴν μὲν ἄγνοιαν ἡ ψυχὴ δυσανασχετεῖ καὶ πᾶν τὸ ἀφεγγὲς ἐξαιρεῖ καὶ ταράττεται πρὸς τὰ σκοτεινά, φόβου καὶ ὑποψίας ὄντα πλήρη πρὸς αὐτήν ἡδὺ δʼ αὐτῇ καὶ ποθεινὸν οὕτω τὸ φῶς ἐστιν, ὥστε μηδʼ ἄλλῳ τινὶ τῶν φύσει τερπνῶν ἄνευ φωτὸς ὑπὸ σκότους χαίρειν, ἀλλὰ τοῦτο πᾶσαν ἡδονὴν καὶ πᾶσαν διατριβὴν καὶ ἀπόλαυσιν, ὥσπερ τι κοινὸν ἥδυσμα καταμιγνύμενον, ἱλαρὰν ποιεῖ καὶ φιλάνθρωπον.
哲学者の中には、魂そのものが本質において光であると考える者たちもいる。 彼らは様々な証拠を用いており、とりわけ魂は存在するもののうちで無知を最も忌み嫌い、光のないものをすべて排除し、自らにとって恐れと疑惑に満ちた暗いものに対して動揺するからである。 また、魂にとって光は非常に心地よく思慕の対象であるため、自然において愉しい他のいかなるものも、光なしの暗闇の中では喜ばず、光がすべての快楽、すべての団らん、すべての享受に、あたかも共通の調味料として混ざり合って、それらを愉快で親しみやすいものにするからである。
ὁ δʼ εἰς τὴν ἄγνοιαν αὑτὸν ἐμβαλὼν καὶ σκότος περιαμπισχόμενος καὶ κενοταφῶν τὸν βίον ἔοικεν αὐτὴν βαρύνεσθαι τὴν γένεσιν καὶ ἀπαυδᾶν πρὸς τὸ εἶναι.
これに対して、自らを無知の中に投げ入れ、暗闇を身にまとい、自らの生を空虚な墓にする者は、生成そのものを重荷と感じ、存在することに対して音を上げているように見える。
§7καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον " τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐνὶ λειμώνεσσι, καὶ τοῖσιν ἀκάρπων μὲν ἀνθηρῶν καὶ σκυθίων δένδρων ἄνθεσι τεθηλὸς ἀναπέπταται πεδίον " καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμποντες αὑτοὺς καὶ συνόντες.
しかしながら、優れた名声と真の存在の性質を持つ、敬虔な人々の場所には、 "彼らのために、太陽の力がこちらの夜の間、下で輝いており、赤い薔薇の咲く草原があり、また実を結ばないとはいえ花咲く木々や、日陰を作る木々の花で満ち開けた平野が広がっている。 "いくつかの穏やかで滑らかな川が流れ去り、彼らは過去の出来事や存在するものたちの記憶と語らいの中に身を置き、自らを慰め、共に過ごしている。
ἡ δὲ τρίτη τῶν ἀνοσίως βεβιωκότων καὶ παρανόμως ὁδός ἐστιν, εἰς ἔρεβός τι καὶ βάραθρον ὠθοῦσα τὰς ψυχὰς " ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοί " δεχόμενοι καὶ ἀποκρύπτοντες ἀγνοίᾳ καὶ λήθῃ τοὺς κολαζομένους.
しかし、不信心に不法に生きた者たちの第三の道は、魂をある暗黒や深淵へと突き落とす。 "そこから、底知れぬ暗闇を暗い夜の弱々しい川が吐き出している "この川は罰せられる者たちを受け入れ、無知と忘却によって覆い隠すのである。
οὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ·
というのも、悪人たちが地に横たわっているときに、禿鷹が常に彼らの肝臓を食い荒らしているわけではないからである。
κατακέκαυται γὰρ ἢ κατασέσηπεν οὔτε βαρῶν τινων ἀχθοφορίαι θλίβουσι καὶ καταπονοῦσι τὰ σώματα τῶν κολαζομένων "οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.
肝臓は既に焼け尽くされたか、あるいは腐ってしまっている。 また、何らかの重荷を運ぶことが、罰せられる者たちの身体を圧迫し苦しめているわけでもない。 "なぜなら、もはや筋肉は肉と骨を支えていないからである。
" οὐδʼ ἔστιν ὑπόλειμμα σώματος τοῖς τεθνηκόσι τιμωρίας ἀπέρεισιν ἀντιτύπου δέξασθαι δυνάμενον·
"亡くなった者たちには、反発力のある処罰を受け止めることのできる肉体の残存物は残されていない。
ἀλλʼ ἓν κολαστήριον ὡς ἀληθῶς τῶν κακῶς βιωσάντων, ἀδοξία καὶ ἄγνοια καὶ παντελῶς ἀφανισμός, ὃς αἴρων εἰς τὸν ἀμειδῆ ποταμὸν ἀπὸ τῆς Λήθης καταποντίζει εἰς ἄβυσσον καὶ ἀχανὲς πέλαγος, ἀχρηστίαν καὶ ἀπραξίαν καὶ πᾶσάν ἄγνοιαν καὶ ἀδοξίαν συνεφελκόμενον.
そうではなく、悪しく生きた者たちの真の唯一の処罰所とは、不名誉と無知と完全な消滅であり、これは彼らをアメイデス川へ引き上げ、レテから深淵にして無限の海へと沈め、無用、無活動、全面的な無知、不名誉を伴うのである。

語釈・文法注

  1. 1129fἔστι δʼ ἄδηλος καὶ ἄγνωστος — 主語は明示されていないが、前文の「生成(γενέσεως)」あるいはその主体である「魂(ψυχή)」を指す。ここでは個体に宿る前の未分化な生命原理または魂の状態を説明している。
  2. 1130aὡς ἂν εἰς ἀειδὲς καὶ ἀόρατον ἡμῶν, ὅταν διαλυθῶμεν, βαδιζόντων — ὡς ἄν に分詞 βαδιζόντων(属格独立、意味上の主語は ἡμῶν)が続く構造。直説法過去を伴わない ὡς ἄν + 分詞は、仮定的な比喩(「あたかも〜であるかのように」)を表す。
  3. 1130bἄλλοις τε, χρώμενοι τεκμηρίοις καὶ ὅτι... — 複数主格分詞 χρώμενοι は主節の主語である ἔνιοι τῶν φιλοσόφων と一致する。理由を表す καὶ ὅτι 節が、名詞句である ἄλλοις τεκμηρίοις(与格、χρώμενοι の目的語)と等位接続詞 καί によって不規則に並列されている。
  4. 1130dοὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ — οὐ γὰρ οὔτε... οὔτε... の相関的否定構文。κειμένων ἐν γῇ τῶν πονηρῶν は属格独立構文で、時間的状況(「悪人たちが地に横たわっているときに」)を表す。

この箇所を引用する

プルタルコス, 『隠れて生きよ』について §6-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg141.humanitext-grc2:6-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。