Humanitext Reader

普鲁塔克 · “隐居生活”之说是否正确 §6-7

作为认识目的的生命与灵魂的光芒及死后归宿

第 3 段,共 3 段 · 希腊语

内容简介

作者论证了生命与生成的目的在于认识,灵魂的本质是光。他对比了敬虔者充满光明与对谈的死后世界,以及恶人所面临的无知与彻底消灭的真正惩罚。

§6δοκῶ δʼ ἐγὼ καὶ τὸ ζῆν αὐτὸ καὶ ὅλως τὸ φῦναι καὶ μετασχεῖν ἀνθρώπῳ γενέσεως εἰς γνῶσιν ὑπὸ θεοῦ δοθῆναι·
我认为,生命本身,以及对于人来说降生并参与生成,完全是神为了认识而赐予的。
ἔστι δʼ ἄδηλος καὶ ἄγνωστος ἐν τῷ παντὶ πόλῳ καὶ κατὰ μικρὰ καὶ σποράδην φερόμενος· ὅταν δὲ γένηται, συνερχόμενος αὑτῷ καὶ λαμβάνων μέγεθος ἐκλάμπει καὶ καθίσταται δῆλος ἐξ ἀδήλου καὶ φανερὸς ἐξ ἀφανοῦς.
[灵魂]在整个天球中是不显明且不为人知的,以微小的部分散在漂移;但当它降生时,它与自身聚集在一起并获得体积,便闪耀起来,从不显明变得显明,从不见变得可见。
οὐ γὰρ εἰς οὐσίαν ὁδὸς ἡ γνῶσις ὡς ἔνιοι λέγουσιν, ἀλλʼ οὐσίας εἰς γνῶσιν· οὐ γὰρ ποιεῖ τῶν γιγνομένων ἕκαστον ἀλλὰ δείκνυσιν·
因为认识并不是通往本质的道路,正如一些人所说,而是本质通往认识的道路;因为它并不制造每一个生成的事物,而是展现它们。
ὥσπερ οὐδʼ ἡ φθορὰ τοῦ ὄντος ἄρσις εἰς τὸ μὴ ὄν ἐστιν, ἀλλὰ μᾶλλον εἰς τὸ ἄδηλον ἀπαγωγὴ τοῦ διαλυθέντος.
这正如存在之物向非存在的消亡并非是一种消除,而更像是被分解之物向不显明之处的引退。
ὅθεν δὴ τὸν μὲν ἣλιον Ἀπόλλωνα κατὰ τοὺς πατρίους καὶ παλαιοὺς θεσμοὺς νομίζοντες Δήλιον καὶ Πύθιον προσαγορεύουσι· τὸν δὲ τῆς ἐναντίας κύριον μοίρας, εἴτε θεὸς εἴτε δαίμων ἐστίν, Ἅιδην ὀνομάζουσιν, ὡς ἂν εἰς ἀειδὲς καὶ ἀόρατον ἡμῶν, ὅταν διαλυθῶμεν, βαδιζόντων "νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θʼ ὕπνου κοίρανον.
正是因此,人们根据祖先古老的规制,将太阳视为阿波罗,称其为“德利奥斯”和“皮提奥斯”;而将支配相反份额的主宰,无论其是神还是精灵,命名为“哈迪斯”,仿佛当我们被分解时,正在走向那看不见且无形的地方,即 “黑暗之夜与怠惰之眠的主宰”。
" οἶμαι δὲ καὶ τὸν ἄνθρωπον αὐτὸν οὑτωσὶ φῶτα καλεῖν τοὺς παλαιούς, ὅτι τοῦ γιγνώσκεσθαι καὶ γιγνώσκειν ἑκάστῳ διὰ συγγένειαν ἔρως ἰσχυρὸς ἐμπέφυκεν.
我认为古人也是因此而称人本身为“光”,因为由于亲缘关系,一种对于被认识和去认识的强烈渴望,深深植根于每个人之中。
αὐτήν τε τὴν ψυχὴν ἔνιοι τῶν φιλοσόφων φῶς εἶναι τῇ οὐσίᾳ νομίζουσιν, ἄλλοις τε, χρώμενοι τεκμηρίοις καὶ ὅτι τῶν ὄντων μάλιστα τὴν μὲν ἄγνοιαν ἡ ψυχὴ δυσανασχετεῖ καὶ πᾶν τὸ ἀφεγγὲς ἐξαιρεῖ καὶ ταράττεται πρὸς τὰ σκοτεινά, φόβου καὶ ὑποψίας ὄντα πλήρη πρὸς αὐτήν ἡδὺ δʼ αὐτῇ καὶ ποθεινὸν οὕτω τὸ φῶς ἐστιν, ὥστε μηδʼ ἄλλῳ τινὶ τῶν φύσει τερπνῶν ἄνευ φωτὸς ὑπὸ σκότους χαίρειν, ἀλλὰ τοῦτο πᾶσαν ἡδονὴν καὶ πᾶσαν διατριβὴν καὶ ἀπόλαυσιν, ὥσπερ τι κοινὸν ἥδυσμα καταμιγνύμενον, ἱλαρὰν ποιεῖ καὶ φιλάνθρωπον.
一些哲学家甚至认为魂在本性上就是光,他们使用了其他的证据,尤其是魂在万物中最不能忍受无知,排斥一切无光之物,并因黑暗之物而焦虑,因为这些对它来说充满了恐惧和猜忌;而光对它来说是如此令人愉悦和向往,以至于在黑暗中,如果没有光,它就不会在任何其他天然令人快乐的事物中感到高兴,相反,光就像一种共同的调味料,混合在每一种快乐、每一次消遣和每一次享受中,使它们变得愉快和亲切。
ὁ δʼ εἰς τὴν ἄγνοιαν αὑτὸν ἐμβαλὼν καὶ σκότος περιαμπισχόμενος καὶ κενοταφῶν τὸν βίον ἔοικεν αὐτὴν βαρύνεσθαι τὴν γένεσιν καὶ ἀπαυδᾶν πρὸς τὸ εἶναι.
而那将自己投入无知之中,披上黑暗,使自己的生命成为空墓的人,似乎对生成本身感到厌倦,并对存在放弃了希望。
§7καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον " τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐνὶ λειμώνεσσι, καὶ τοῖσιν ἀκάρπων μὲν ἀνθηρῶν καὶ σκυθίων δένδρων ἄνθεσι τεθηλὸς ἀναπέπταται πεδίον " καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμποντες αὑτοὺς καὶ συνόντες.
然而,在敬虔者的场所,这地方确实具有名声与真实存在的本性, “对他们而言,在下界,太阳的威力在此时这里的夜间闪耀,在红玫瑰的草地上,对他们来说,平原盛开并敞开,长满了虽不结果却花团锦簇的树木,以及遮荫的树木,” 一些风平浪静、平滑的河流流淌其间,他们在对过去和现在之事的记忆与谈话中度过闲暇,自我遣怀,相互作伴。
ἡ δὲ τρίτη τῶν ἀνοσίως βεβιωκότων καὶ παρανόμως ὁδός ἐστιν, εἰς ἔρεβός τι καὶ βάραθρον ὠθοῦσα τὰς ψυχὰς " ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοί " δεχόμενοι καὶ ἀποκρύπτοντες ἀγνοίᾳ καὶ λήθῃ τοὺς κολαζομένους.
而那些不虔敬且不法度日之人的第三条道路,则是将魂推入某种幽冥和深渊, “从此,它们喷涌出无穷的黑暗,那幽暗之夜的微弱河流,” 接纳并用无知与遗忘掩盖那些受惩罚的人。
οὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ· κατακέκαυται γὰρ ἢ κατασέσηπεν οὔτε βαρῶν τινων ἀχθοφορίαι θλίβουσι καὶ καταπονοῦσι τὰ σώματα τῶν κολαζομένων "οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.
因为当恶人躺在地下时,秃鹰并不会永远啄食他们的肝脏;因为肝脏已经烧尽或腐烂;某些重物的搬运也不会压迫和折磨受惩罚者的身体, “因为肌纤维不再维系肉与骨。
" οὐδʼ ἔστιν ὑπόλειμμα σώματος τοῖς τεθνηκόσι τιμωρίας ἀπέρεισιν ἀντιτύπου δέξασθαι δυνάμενον· ἀλλʼ ἓν κολαστήριον ὡς ἀληθῶς τῶν κακῶς βιωσάντων, ἀδοξία καὶ ἄγνοια καὶ παντελῶς ἀφανισμός, ὃς αἴρων εἰς τὸν ἀμειδῆ ποταμὸν ἀπὸ τῆς Λήθης καταποντίζει εἰς ἄβυσσον καὶ ἀχανὲς πέλαγος, ἀχρηστίαν καὶ ἀπραξίαν καὶ πᾶσάν ἄγνοιαν καὶ ἀδοξίαν συνεφελκόμενον.
” 死者已无身体的残留,能承受反作用的惩罚;相反,对于恶劣度日之人,真正且唯一的惩罚所是:无名、无知和彻底的消灭,它将人带入那不苟言笑之河,从忘却沉入深渊和无底之海,并伴随着无用、无作为、彻底的无知与无名。

词汇与语法注释

  1. 1129fἔστι δʼ ἄδηλος καὶ ἄγνωστος — 主语未明确给出,但指代前句中的“生成(γενέσεως)”或其主体“灵魂(ψυχή)”。此处描述了在宿于个体之前的未分化生命原理或灵魂的状态。
  2. 1130aὡς ἂν εἰς ἀειδὲς καὶ ἀόρατον ἡμῶν, ὅταν διαλυθῶμεν, βαδιζόντων — 结构为 ὡς 助词 ἄν 后接属格独立结构中的分词 βαδιζόντων(其逻辑主语为 ἡμῶν)。不带直说过去时的 ὡς ἄν 加分词表示假设性的比喻(“仿佛我们正在走向”)。
  3. 1130bἄλλοις τε, χρώμενοι τεκμηρίοις καὶ ὅτι... — 复数主格分词 χρώμενοι 与主句主语 ἔνιοι τῶν φιλοσόφων 一致。表示原因的 καὶ ὅ提从句通过等位连词 καί 与名词短语 ἄλλοις τεκμηρίοις(与格,作为 χρώμενοι 的宾语)进行了不规则的并列。
  4. 1130dοὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ — 这是一个由 οὐ γὰρ οὔτε... οὔτε... 构成的相关否定结构。κειμένων ἐν γῇ τῶν πονηρῶν 是属格独立结构,表示时间状况(“当恶人躺在地下时”)。

引用这一段

普鲁塔克, “隐居生活”之说是否正确 §6-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg141.humanitext-grc2:6-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。