§4εἰ δʼ ἐκ τοῦ βίου καθάπερ ἐκ συμποσίου φῶς ἀναιρεῖς τὴν γνῶσιν, ὡς πάντα ποιεῖν ἐξ ἡδονῆς πρὸς ἡδονὴν λανθάνουσαν, λάθε βιώσας.
だが、もしお前が人生から、あたかも宴会から光を取り去るように、認識を取り去り、すべてを快楽から、隠された快楽へと行うためにそうするなら、「隠れて生きよ」。
πάνυ μὲν οὖν, ἂν μεθʼ Ἡδείας βιοῦν μέλλω τῆς ἑταίρας καὶ Λεοντίῳ συγκαταζῆν καὶ
τῷ καλῷ προσπτύειν
καὶ τἀγαθόν
ἐν σαρκὶ καὶ γαργαλισμοῖς
τίθεσθαι·
なるほど全くその通り、もし私が遊女ヘデイアと共に生き、レオンティオンと同居し、美に唾を吐きかけ、善を「肉体と愛撫による快感」の中に置くつもりであるならば。
ταῦτα δεῖται σκότους τὰ τέλη, ταῦτα νυκτός, ἐπὶ ταῦτα τὴν λήθην καὶ τὴν ἄγνοιαν.
これらの目的は暗闇を必要とし、夜を必要とし、これらに対しては忘却と無知が必要なのだ。
ἐὰν δέ τις ἐν μὲν φυσικοῖς θεὸν ὑμνῇ καὶ δίκην καὶ πρόνοιαν, ἐν δʼ ἠθικοῖς; νόμον καὶ κοινωνίαν καὶ πολιτείαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἀλλὰ μὴ τὴν χρείαν, διὰ τί λάθῃ βιώσας;
しかし、もしある人が、自然学においては神と正義と摂理を讃え、倫理学においては法と共同体と国制を、また国制においては有用性ではなく美を讃えるなら、なぜ隠れて生きるべきなのか。
ἵνα μηδένα παιδεύσῃ ἢ μηδενὶ ζηλωτὸς ἀρετῆς μηδὲ παράδειγμα καλὸν γένηται;
誰も教育しないためか、あるいは誰にとっても徳において憧れの的とならず、優れた手本とならないためか。
εἰ Θεμιστοκλῆς Ἀθηναίους ἐλάνθανεν, οὐκ ἂν ἡ Ἑλλὰς ἀπεώσατο Ξέρξην·
もしテミストクレスがアテナイ人から隠れていたなら、ギリシアはクセルクセスを退けなかったであろう。
εἰ Ῥωμαίους Κάμιλλος, οὐκ ἂν ἡ Ῥώμη πόλις ἔμεινεν·
もしカミルスがローマ人から(隠れていたなら)、ローマは都市として残らなかったであろう。
εἰ Δίωνα Πλάτων, οὐκ ἂν ἠλευθερώθη ἡ Σικελία.
もしプラトンがディオンから(隠れていたなら)、シケリアは解放されなかったであろう。
ὧσπερ δέ, οἶμαι, τὸ φῶς οὐ μόνον φανεροὺς ἀλλὰ καὶ χρησίμους καθίστησιν ἡμᾶς ἀλλήλοις, οὕτως ἡ γνῶσις οὐ μόνον δόξαν ἀλλὰ καὶ πρᾶξιν ταῖς ἀρεταῖς δίδωσιν.
そして、私の思うに、光が私たちを互いに対して単に目に見えるようにするだけでなく、有用なものにもするように、同様に認識もまた、徳に対して単なる名声だけでなく、活動を与えるのである。
Ἐπαμεινώνδας γοῦν εἰς τεσσαρακοστὸν ἔτος ἀγνοηθείς οὐδὲν ὤνησε Θηβαίους ὕστερον δὲ πιστευθεὶς καὶ ἄρξας τὴν μὲν πόλιν ἀπολλυμένην ἔσωσε, τὴν δʼ Ἑλλάδα δουλεύουσαν ἠλευθέρωσε, καθάπερ ἐν φωτὶ τῇ δόξῃ τὴν ἀρετὴν ἐνεργὸν ἐπὶ καιροῦ παρασχόμενος
"
λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς
χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσεν
"
οὐ μόνον
στέγος
ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ ἦθος ἀνδρός, οἷον εὐρῶτα καὶ γῆρας ἐν ἀπραξίᾳ διʼ ἀγνοίας ἐφελκόμενον.
例えば、エパメイノンダスは四十歳まで知られないままでいて、テーバイ人に何の利益ももたらさなかったが、後に信頼され指導者となると、滅びかけていた都市を救い、隷属していたギリシアを解放した。 それはあたかも光の中にあるように、名声において、その徳を適切な時期に活動的なものにしたからである。 「というのも、(徳は)必要とされる時に、高貴な青銅のように輝く。 しかし、時間の経過とともに使われないままでいると、衰える」ソポクレスが言うように、単に「家」だけでなく、人間の品性もまた同様であり、無活動の中で、知られないことによって、あたかもカビや老衰を引き寄せるかのようである。
ἡσυχία δὲ κωφὴ καὶ βίος ἑδραῖος ἐπὶ σχολῆς ἀποκείμενος οὐ μόνον σῶμα ἀλλὰ καὶ ψυχὴν μαραίνει·
しかし、物言わぬ静寂と、閑暇の中でじっと置かれたままの座した生活は、身体だけでなく魂をも衰えさせる。
καὶ καθάπερ τὰ λανθάνοντα τῶν ὑδάτων τῷ περισκιάζεσθαι καὶ καθῆσθαι μὴ ἀπορρέοντα σήπεται, οὕτω τῶν ἀκινήτων βίων, ὡς ἔοικεν, ἄν τι χρήσιμον ἔχωσι, φθείρονται καὶ ἀπογηράσκουσιν αἱ σύμφυτοι δυνάμεις.
そして、隠れている水が、日陰になり、流れ去らずに滞留することによって腐敗するように、そのように、活動のない生においては、たとえ何か有用なものを持っていたとしても、生まれつき備わった諸能力は損なわれ、老い衰えてしまうように思われる。
§5οὐχ ὁρᾷς, ὅτι νυκτὸς μὲν ἐπιούσης τά τε σώματα δυσεργεῖς βαρύτητες ἴσχουσι καὶ τὰς ψυχὰς ὄκνοι καταλαμβάνουσιν ἀδρανεῖς, καὶ συσταλεὶς; ὁ λογισμὸς εἰς ἑαυτὸν ὥσπερ πῦρ ἀμαυρὸν ὑπʼ ἀργίας καὶ κατηφείας
μακρὰν διεσπασμέναις πάλλεται φαντασίαις,
ὅσον αὐτὸ τὸ ζῆν τὸν ἄνθρωπον ὑποσημαίνειν;
お前には見えないのか、夜が来ると、身体には動きにくい重苦しさが生じ、魂には無気力な躊躇が襲いかかり、理性は無活動と落胆によって、まるで消えかかった火のように自らのうちに引きこもり、「遠く離れ散らばった幻影に揺れ動き、」かろうじて生きているということ自体を人間に指し示すだけになるのを。
"ἦμος δʼ ἠπεροπῆας; ἀπεπτοίησεν ὀνείρους"
ὁ ἥλιος ἀνασχὼν
καὶ καθάπερ εἰς ταὐτὸ συμμίξας ἐπέστρεψε καὶ συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δημόκριτος
νέα ἐφʼ ἡμέρῃ φρονέοντες
ἅνθρωποι, τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες, ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται.
「しかし、太陽が昇って、欺く夢を追い散らす時、」太陽は、デモクリトスが言うように、「日々新たなことを考えながら」人間が一つの場所に交わらせるかのように、光によってすべての人々の行動と認識を立ち戻らせ、かつ促し、互いへの衝動という張りつめた命綱によって引き寄せられるようにして、それぞれが異なる場所から活動へと立ち上がるのを。