Humanitext Reader

プルタルコス · 独裁政治と民主政治と寡頭政治について §1-4

政体の分類と君主制の優位

1 / 1 箇所 · ギリシア語

要旨

著者は、政治的対話の後に最善の政体とは何かについて論じる。政体(ポリティア)の様々な定義や歴史的分類を概説した上で、プラトンの思想に基づき、君主政こそが最も優れた政体であることを音楽の調律に例えて説明する。

§1Εἰς τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ ὄναρ ἀκοῦσαι λεγούσης " κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς, " ὁ προτρεπόμενος καὶ διαίρων ἐπὶ πολιτείαν βέβληται λόγος·
まさにこの法廷に、私自身も昨日あなた方と交わした対話を持ち込むにあたり、私は、政治的徳が夢ではなく現実として、次のように語るのを聞いたと思った。 "聖なる歌のために、黄金の基礎が築かれた "(すなわち)国政へと促し高揚させる議論の基礎は置かれたのだ。
ἐκτίνωμεν ἢδη τὴν ὀφειλομένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀφείλεται δὲ τῷ παραδεδεγμένῳ τὴν ἐπὶ τὸ πράττειν τὰ κοινὰ προτροπὴν καὶ ὁρμὴν ἑξῆς ἀκοῦσαι καὶ λαβεῖν παραγγέλματα πολιτείας, οἷς χρώμενος, ὡς ἀνυστὸν ἐστιν ἀνθρώπῳ, δημωφελὴς ἔσται, μετʼ ἀσφαλείας ἅμα καὶ τιμῆς δικαίας εὖ τιθέμενος τὸ οἰκεῖον.
私たちは今や、その勧告の上に教育を築き上げることで、支払うべき債務を支払おう。 公務を行うことへの勧告と衝動を受け入れた者に対しては、次に国政の諸訓令を聞き、受け取ることが義務づけられているのである。 これを用いることで、人間に可能な限りで彼は民に有益な者となり、安全と正当な名誉とともに、自らの身の上をよく整えることになるだろう。
ὃ δὲ προὔργου μέν ἐστιν εἰς τὰ μέλλοντα τοῖς δὲ προλελεγμένοις ἕπεται, σκεπτέον ἥτις ἀρίστη πολιτεία.
将来にとって有益であり、かつすでに述べられたことに続くこととして、いかなる国政が最善であるかを検討せねばならない。
καθάπερ γὰρ ἀνθρώπου βίοι πλείονες, ἔστι καὶ δήμου ἡ πολιτεία βίος·
というのも、人間の生き方が複数あるように、民にとって国政もまた一つの生き方だからである。
ὥστε λαβεῖν τὴν ἀρίστην ἀναγκαῖον·
したがって、最善のものを手に入れることが必要である。
ἢ γὰρ ἐκ πασῶν αἱρήσεται ταύτην ὁ πολιτικὸς ἢ τῶν λοιπῶν τὴν ὁμοιοτάτην, εἰ ταύτην ἀδύνατον.
政治家はすべての国政の中からこれを選ぶか、あるいはそれが不可能であれば、残りのものの中からこれに最も類似したものを選ぶであろうからである。
§2λέγεται μὲν δὴ πολιτεία καὶ μετάληψις τῶν ἐν πόλει δικαίων·
まず、国政(ポリティア)とは、都市における権利の分有・参与を意味する。
ὥς φαμεν Ἀλεξάνδρῳ πολιτείαν Μεγαρεῖς ψηφίσασθαι·
例えば、メガラ市民がアレクサンドロスに市民権(ポリティア)を授ける決議をしたと我々が言うように。
τοῦ δʼ εἰς γέλωτα θεμένου τὴν σπουδὴν αὐτῶν, εἰπεῖν ἐκείνους ὅτι μόνῳ πρότερον τὴν πολιτείαν Ἡρακλεῖ καὶ μετʼ ἐκεῖνον αὐτῷ ψηφίσαιντο·
彼が彼らの真剣さを物笑いの種にしたところ、彼らは、自分たちが以前に市民権を議決したのはただヘラクレスに対してだけであり、彼の後では彼(アレクサンドロス)に対してだけである、と告げた。
τὸν δὲ θαυμάσαντα δέξασθαι τὸ τίμιον ἐν τῷ σπανίῳ τιθέμενον.
すると彼は驚嘆し、その栄誉が稀少であることに価値を見出して、それを受け入れた。
λέγεται δὲ καὶ βίος ἀνδρὸς πολιτικοῦ καὶ τὰ κοινὰ πράττοντος πολιτεία·
また、政治を行い公務に従事する人間の生き方も国政(ポリティア、政治生活)と呼ばれる。
καθὸ τὴν Περικλέους πολιτείαν ἐπαινοῦμεν καὶ τὴν Βίαντος, ψέγομεν δὲ τὴν Ὑπερβόλου καὶ Κλέωνος.
それによって我々がペリクレスやビアスの政治生活を称賛し、ヒュペルボロスやクレオンのそれを非難するように。
ἔνιοι δὲ καὶ μίαν πρᾶξιν εὔστοχον εἰς τὰ κοινὰ καὶ λαμπρὰν πολιτείαν προσαγορεύουσιν, οἷον χρημάτων ἐπίδοσιν, διάλυσιν πολέμου, ψηφίσματος εἰσήγησιν·
またある人々は、公的な事柄に対する、見事かつ華々しい単一の行為をも国政(ポリティア、政治的行為)と呼ぶ。 例えば、資金の寄付、戦争の終結、法案の提案などである。
καθὸ καὶ πολιτεύσασθαι τὸν δεῖνα σήμερον λέγομεν, εἰ τύχοι τι διαπραξάμενος ἐν κοινῷ τῶν δεόντων.
それゆえに、誰それが今日「政治的行為を行った」と我々が言うこともある。 彼が公の場でなすべきことの何かをたまたま成し遂げた場合に。
§3παρὰ πάντα ταῦτα λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις·
これらすべてに加えて、国政(ポリティア)とは、諸活動を管理する都市の秩序および体制を意味する。
καθά φασι τρεῖς εἶναι πολιτείας, μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται·
人々が三つの国政(政体)、すなわち君主政、寡頭政、民主政があると言うように。 これらについてはヘロドトスも第3巻において比較を行っている。
καὶ δοκοῦσι γενικώταται εἶναι.
そして、これらが最も一般的(基本的)な政体であると考えられている。
τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ διαφθορὰς κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι.
なぜなら、他の政体は、音楽の音階において基本となる旋律が弛められたり、あるいは張り詰められたりするときのように、欠乏と過剰による脱線や崩壊したものとなるからである。
ταύτας καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολιτείας, Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δʼ, ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δʼ, αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν.
諸民族の中で支配権において最も多くかつ最大の力を持った国々が、これらの国政(政体)を自らのものとして選んだ。 すなわち、ペルシア人は専制的で責任を問われない君主政を、スパルタ人は貴族主義的で厳格な寡頭政を、アテナイ人は自治的で極端な民主政を選び取った。
ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι·
これらが誤られたとき、逸脱や氾濫として現れるのが、いわゆる僭主政、軍閥支配、衆愚政である。
ὅταν βασιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ ἀνυπεύθυνον· ὀλιγαρχία δʼ ὑπερφροσύνην καὶ τὸ αὔθαδες· δημοκρατία δ’ ἀναρχίαν, ἰσότης δʼ ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον.
すなわち、君主政が傲慢と無責任を生み出すとき、寡頭政が不遜と独善を生み出すとき、民主政が無政府状態を、平等が過度を生み出すとき、そしてすべての政体が愚かさを生み出すときである。
§4Ὥσπερ οὖν ὁ ἁρμονικὸς καὶ μουσικὸς ἀνὴρ παντὶ μὲν ὀργάνῳ χρήσεται προσῳδῷ τεχνικῶς ἁρμοσάμενος καὶ λόγῳ κρούων ἕκαστον, ὡς πέφυκεν ἐμμελὲς ὑπηχεῖν ἤδη μέντοι συμβούλῳ Πλάτωνι χρησάμενος, πηκτίδας, σαμβύκας καὶ ψαλτήρια πολύφθογγα καὶ βαρβίτους καὶ τρίγωνα παραπέμψας, τὴν λύραν καὶ τὴν κιθάραν προτιμήσει·
それゆえ、和声や音楽に通じた人は、技術的に調律した上で、調和するあらゆる楽器を用い、それぞれの楽器が自然に奏でる旋律を合理的に爪弾くであろう。 しかしながら今やプラトンを助言者として用い、ペクティス、サンビュケ、多弦のプサルテリア、バルビトス、トリゴノン(といった楽器群)を退けて、リラとキタラを好むであろう。
τὸν αὐτὸν τρόπον ὁ πολιτικὸς ἀνὴρ εὖ μὲν ὀλιγαρχίαν Λακωνικὴν καὶ Λυκούργειον μεταχειριεῖται, συναρμοσάμενος αὑτῷ τοὺς ἰσοκρατεῖς καὶ ὁμοτίμους ἄνδρας, ἡσυχῇ προσβιαζόμενος·
同じように、政治家は、ラケダイモン的かつリュクルゴス的な寡頭政を、同等の権利と名誉を持つ人々を自らに調和させ、穏やかに促しながら上手く扱うであろう。
εὖ δὲ πολυφθόγγῳ καὶ πολυχόρδῳ συνοίσεται δημοκρατίᾳ, τὰ μὲν ἀνιεὶς τὰ δʼ ἐπιτείνων τῆς πολιτείας, χαλάσας τʼ ἐν καιρῷ καὶ καρτερῶς αὖθις ἐμφύς,· ἀντιβῆναι καὶ ἀντισχεῖν ἐπιστάμενος·
また、多くの音を出し多くの弦を持つ民主政とも上手く折り合い、国政の弦をあるときは緩め、あるときは締め、時には緩やかに放ち、時には強く再び引き締め、抵抗し持ちこたえる術を心得ているだろう。
εἰ δʼ αἵρεσις αὐτῷ δοθείη, καθάπερ ὀργάνων τῶν πολιτειῶν, οὐκ ἂν ἄλλην ἕλοιτο πλὴν τὴν μοναρχίαν, Πλάτωνι πειθόμενος, τὴν μόνην δυναμένην τὸν ἐντελῆ καὶ ὄρθιον ἐκεῖνον ὡς ἀληθῶς τῆς ἀρετῆς τόνον ἀνασχέσθαι καὶ μήτε πρὸς ἀνάγκην μήτε πρὸς χάριν ἁρμόσαι τοῦ συμφέροντος αἱ μὲν γὰρ ἄλλαι πολιτεῖαι τρόπον τινὰ κρατούμεναι κρατοῦσι καὶ φερόμεναι φέρουσι τὸν πολιτικόν, οὐκ ἔχοντα τὴν ἰσχὺν βέβαιον ἐπὶ τούτους, παρʼ ὧν ἔχει;
だが、もし彼に、楽器のように政体の選択が与えられるならば、プラトンに従って、君主政以外のいかなるものも選ばないであろう。 なぜなら君主政こそは、徳のあの完全かつ真っ直ぐな、真の響きを維持し、必要(必然)に対しても阿諛に対しても、公共の利益を調律できる唯一の政体だからである。 というのも、他の政体はある意味で支配されつつ支配し、流されつつ流すのであり、政治家を、自分自身に力を与えてくれている人々に対して確固たる力を持たせないままにし、むしろ、しばしばアイスキュロスのあの詩行を叫ぶよう強いるからである。
τὸ ἰσχῦον, ἀλλὰ πολλάκις ἀναγκαζόμενον τὸ Αἰσχύλειον ἀναφωνεῖν, ᾧ πρὸς τὴν τύχην ἐχρῆτο Δημήτριος ὁ πολιορκητὴς ἀποβαλὼν τὴν ἡγεμονίαν " σὺ τοί με φυσᾷς σύ με καταίθειν μοι δοκεῖς. "
支配権を失ったときに攻城者デメトリオスが自らの運命に対して用いたあの詩行を。 "まさにお前が私を膨らませ、お前が私を燃え上がらせるように思われる"

語釈・文法注

  1. 826bτῆς πολιτικῆς ἀρετῆς ... λεγούσης — ἀκοῦσαι(聞く)が支配する属格構造。現在分詞 λεγούσης は名詞 ἀρετῆς に一致し、その発言内容が直接話法または不定詞句で続く。
  2. 826bὃ δὲ προὔργου μέν ἐστιν — 関係代名詞 ὃ は、主節の主語となる名詞句を形成する。προὔργου は前置詞句 πρὸ ἔργου(有益な)の縮約形で、ここではコピュラ動詞 ἐστιν とともに述語として機能し、「有用である」という意味をなす。
  3. 826cτοῦ δʼ εἰς γέλωτα θεμένου — 独立属格構文。指示代名詞 τοῦ がアレクサンドロスを指し、分詞 θεμένου の意味上の主語となっている。εἰς γέλωτα τίθεσθαι で「嘲笑の対象にする、物笑いの種にする」という慣用表現。
  4. 826fταύτας ... ἀπεκληρώσαντο — ταύτας は後続の τὰς πολιτείας を修飾する指示形容詞。δυνηθείσας は ταύτας (τὰς πολιτείας) に係る分詞で、属格 τῶν ἐθνῶν(諸民族のうちで)を従え、最上級副詞 πλεῖστον καὶ μέγιστον によって修飾されている。
  5. 827cμήτε πρὸς ἀνάγκην μήτε πρὸς χάριν ἁρμόσαι τοῦ συμφέροντος — ἁρμόσαι は他動詞「調和させる、調律する」の不定詞で、その直接目的語は属格 τοῦ συμφέροντος(公共の利益の[トーンを])である。通例 ἁρμόζω は与格を支配するが、ここでは名詞 τόνος(音調)とのアナロジー、あるいは「適合させる」ではなく「(楽器を)調律する」の比喩的文脈から、属格目的語をとるか、あるいは τοῦ συμφέροντος を「利益に関する(トーン)」と解釈する。

この箇所を引用する

プルタルコス, 独裁政治と民主政治と寡頭政治について §1-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg119.humanitext-grc2:1-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。