§1Εἰς τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ ὄναρ ἀκοῦσαι λεγούσης
"
κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς,
"
ὁ προτρεπόμενος καὶ διαίρων ἐπὶ πολιτείαν βέβληται λόγος·
正是在这个法庭上,我自己引入我昨天与你们进行的对话时,我认为自己听到了政治之德并非在梦中,而是在清醒的现实中说道: “黄金的基石已为神圣的歌谣而筑成,” 也就是说,那劝勉并提升人们投身国政的言说已奠定基础。
ἐκτίνωμεν ἢδη τὴν ὀφειλομένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀφείλεται δὲ τῷ παραδεδεγμένῳ τὴν ἐπὶ τὸ πράττειν τὰ κοινὰ προτροπὴν καὶ ὁρμὴν ἑξῆς ἀκοῦσαι καὶ λαβεῖν παραγγέλματα πολιτείας, οἷς χρώμενος, ὡς ἀνυστὸν ἐστιν ἀνθρώπῳ, δημωφελὴς ἔσται, μετʼ ἀσφαλείας ἅμα καὶ τιμῆς δικαίας εὖ τιθέμενος τὸ οἰκεῖον.
现在让我们通过在这劝勉之上构筑教导,来偿还所欠的债务。 对于接受了管理公共事务之劝勉与冲动的人来说,接下来理应听取并接受国政的训令,通过使用这些训令,在人类力所能及的范围内他将造福于民,并伴随着安全与公正的荣誉,妥善安排好自己的事务。
ὃ δὲ προὔργου μέν ἐστιν εἰς τὰ μέλλοντα τοῖς δὲ προλελεγμένοις ἕπεται, σκεπτέον ἥτις ἀρίστη πολιτεία.
作为对未来有益且顺承前言的议题,我们必须考察何为最善的政体。
καθάπερ γὰρ ἀνθρώπου βίοι πλείονες, ἔστι καὶ δήμου ἡ πολιτεία βίος· ὥστε λαβεῖν τὴν ἀρίστην ἀναγκαῖον·
因为正如人的生活方式有多种一样,政体也是一个城邦的生活方式;因此必须获取最善的政体。
ἢ γὰρ ἐκ πασῶν αἱρήσεται ταύτην ὁ πολιτικὸς ἢ τῶν λοιπῶν τὴν ὁμοιοτάτην, εἰ ταύτην ἀδύνατον.
因为政治家要么从所有政体中选择这一种,要么在无法实现时,从其余的政体中选择最相似的一种。
§2λέγεται μὲν δὴ πολιτεία καὶ μετάληψις τῶν ἐν πόλει δικαίων· ὥς φαμεν Ἀλεξάνδρῳ πολιτείαν Μεγαρεῖς ψηφίσασθαι· τοῦ δʼ εἰς γέλωτα θεμένου τὴν σπουδὴν αὐτῶν, εἰπεῖν ἐκείνους ὅτι μόνῳ πρότερον τὴν πολιτείαν Ἡρακλεῖ καὶ μετʼ ἐκεῖνον αὐτῷ ψηφίσαιντο· τὸν δὲ θαυμάσαντα δέξασθαι τὸ τίμιον ἐν τῷ σπανίῳ τιθέμενον.
首先,政体(politeia)被说成是指对城邦中权利的分享和参与;正如我们所说,麦加拉人投票决定授予亚历山大公民权(politeia);而当他将他们的认真态度付诸一笑时,他们说,他们之前仅投票授予过赫拉克勒斯公民权,而在赫拉克勒斯之后则是授予他;而亚历山大感到惊异,便接受了这一荣誉,将其视为因稀有而珍贵。
λέγεται δὲ καὶ βίος ἀνδρὸς πολιτικοῦ καὶ τὰ κοινὰ πράττοντος πολιτεία· καθὸ τὴν Περικλέους πολιτείαν ἐπαινοῦμεν καὶ τὴν Βίαντος, ψέγομεν δὲ τὴν Ὑπερβόλου καὶ Κλέωνος.
其次,政治家和管理公共事务之人的生活方式也被称为政体(politeia,政治生涯);在此意义上,我们赞美伯里克利和比亚斯的政治生涯,而谴责许佩尔波罗斯和克里昂的政治生涯。
ἔνιοι δὲ καὶ μίαν πρᾶξιν εὔστοχον εἰς τὰ κοινὰ καὶ λαμπρὰν πολιτείαν προσαγορεύουσιν, οἷον χρημάτων ἐπίδοσιν, διάλυσιν πολέμου, ψηφίσματος εἰσήγησιν· καθὸ καὶ πολιτεύσασθαι τὸν δεῖνα σήμερον λέγομεν, εἰ τύχοι τι διαπραξάμενος ἐν κοινῷ τῶν δεόντων.
有些人甚至将对公共事务的一次成功且辉煌的单一行为也称为“政体”(政治行为),例如捐纳资金、结束战争、提出议案;在此意义上,我们也会说某人今天“参与了政治”(epoliteusato),如果他恰好在公共领域完成了某件必要的事情。
§3παρὰ πάντα ταῦτα λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις· καθά φασι τρεῖς εἶναι πολιτείας, μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται· καὶ δοκοῦσι γενικώταται εἶναι.
在这一切之外,政体(politeia)是指管理各项事务的城邦之秩序和制度;正如人们所说,有三种政体:君主政体、寡头政体和民主政体,希罗多德在第三卷中也对它们进行了比较;它们似乎是最基本的政体。
τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ διαφθορὰς κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι.
因为其他政体,就像在音乐音阶中基本调式被放宽或收紧一样,由于不足和过度而沦为偏离和败坏。
ταύτας καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολιτείας, Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δʼ, ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δʼ, αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν.
在诸民族中拥有最大且最强支配力量的国家,各自选择并划分了这些政体:波斯人选择了专制且不受问责的君主制,斯巴达人选择了贵族制且独断的寡头制,而雅典人则选择了自治且极端的民主制。
ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι· ὅταν βασιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ ἀνυπεύθυνον· ὀλιγαρχία δʼ ὑπερφροσύνην καὶ τὸ αὔθαδες· δημοκρατία δ’ ἀναρχίαν, ἰσότης δʼ ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον.
当这些政体出现失误时,其偏离和泛滥便产生了所谓的僭主政治、强权政治和暴民政治;即当君主制孕育出傲慢与不受问责,寡头制孕育出目空一切与刚愎自用,民主制孕育出无政府状态,平等孕育出无节制,而所有这些都孕育出愚蠢之时。
§4Ὥσπερ οὖν ὁ ἁρμονικὸς καὶ μουσικὸς ἀνὴρ παντὶ μὲν ὀργάνῳ χρήσεται προσῳδῷ τεχνικῶς ἁρμοσάμενος καὶ λόγῳ κρούων ἕκαστον, ὡς πέφυκεν ἐμμελὲς ὑπηχεῖν ἤδη μέντοι συμβούλῳ Πλάτωνι χρησάμενος, πηκτίδας, σαμβύκας καὶ ψαλτήρια πολύφθογγα καὶ βαρβίτους καὶ τρίγωνα παραπέμψας, τὴν λύραν καὶ τὴν κιθάραν προτιμήσει·
因此,正像通晓和声与音乐的人会使用一切协调的乐器,技术熟练地进行调律,并在合理的规则下弹奏每一个,使之自然地发出悦耳的声音;然而,一旦他接受柏拉图作为顾问,便会将佩克提斯、桑比克、多音的普萨特里亚、巴比托以及三角琴等乐器排斥在外,而更偏爱里拉和基萨拉琴。
τὸν αὐτὸν τρόπον ὁ πολιτικὸς ἀνὴρ εὖ μὲν ὀλιγαρχίαν Λακωνικὴν καὶ Λυκούργειον μεταχειριεῖται, συναρμοσάμενος αὑτῷ τοὺς ἰσοκρατεῖς καὶ ὁμοτίμους ἄνδρας, ἡσυχῇ προσβιαζόμενος· εὖ δὲ πολυφθόγγῳ καὶ πολυχόρδῳ συνοίσεται δημοκρατίᾳ, τὰ μὲν ἀνιεὶς τὰ δʼ ἐπιτείνων τῆς πολιτείας, χαλάσας τʼ ἐν καιρῷ καὶ καρτερῶς αὖθις ἐμφύς,· ἀντιβῆναι καὶ ἀντισχεῖν ἐπιστάμενος· εἰ δʼ αἵρεσις αὐτῷ δοθείη, καθάπερ ὀργάνων τῶν πολιτειῶν, οὐκ ἂν ἄλλην ἕλοιτο πλὴν τὴν μοναρχίαν, Πλάτωνι πειθόμενος, τὴν μόνην δυναμένην τὸν ἐντελῆ καὶ ὄρθιον ἐκεῖνον ὡς ἀληθῶς τῆς ἀρετῆς τόνον ἀνασχέσθαι καὶ μήτε πρὸς ἀνάγκην μήτε πρὸς χάριν ἁρμόσαι τοῦ συμφέροντος αἱ μὲν γὰρ ἄλλαι πολιτεῖαι τρόπον τινὰ κρατούμεναι κρατοῦσι καὶ φερόμεναι φέρουσι τὸν πολιτικόν, οὐκ ἔχοντα τὴν ἰσχὺν βέβαιον ἐπὶ τούτους, παρʼ ὧν ἔχει;
以同样的方式,政治家也将很好地驾驭拉刻代蒙和吕库古式的寡头政体,使那些拥有同等权力和名誉的人与自己保持和谐,并温和地推动他们;他也将很好地与多音且多弦的民主政体相处,时而放松、时而收紧城邦的琴弦,在适当时机予以缓解,随后又坚决地予以紧抓,因为他懂得如何抵抗和坚持;但如果让他像选择乐器一样去选择政体,他将听从柏拉图,绝不选择君主政体以外的其他政体。 因为只有君主政体能够维持美德那真正完美且正直的音调,并且既不屈从于必然性,也不阿谀奉承,从而调谐公共利益。
τὸ ἰσχῦον, ἀλλὰ πολλάκις ἀναγκαζόμενον τὸ Αἰσχύλειον ἀναφωνεῖν, ᾧ πρὸς τὴν τύχην ἐχρῆτο Δημήτριος ὁ πολιορκητὴς ἀποβαλὼν τὴν ἡγεμονίαν
"
σὺ τοί με φυσᾷς σύ με καταίθειν μοι δοκεῖς.
因为其他政体在某种程度上是边被支配边支配,边被裹挟边裹挟着政治家,使他对于那些赋予他权力的人不拥有稳固的控制权,而是常常被迫高喊埃斯库罗斯的那句诗——这也是“攻城者”德米特里在失去统治权时,面对自己的命运所引用的诗句: “你确实使我膨胀,你似乎要将我烧尽。
"
”