§1περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν·
私たちは徳について考え、また議論している、すなわち思慮深くあること、正しく行動すること、良く生きることが、教えられうるものであるかどうかを。
εἶτʼ οὐ θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρία γʼ ἐστίν·
しかし、弁論家や舵手、音楽家、建築家、農夫たちの営みが数限りなく存在する一方で、善い人々はただ名前を呼ばれ語られるだけで、まるでケンタウロスやギガス、キュクロプスのようであり、徳において非の打ちどころのない純粋な仕事や、情念から解き放たれた純粋な品性、恥ずべきところのない生を見いだすことはできないのを、私たちは不思議に思わないのだろうか。
ἀγαθοὶ δʼ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες, ἔργον δʼ ἀμεμφὲς εἰς ἀρετὴν καὶ ἀκέραιον οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος καὶ ἄθικτον αἰσχροῦ βίον ἀλλʼ εἰ καί τι καλὸν ἡ φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ, καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος, ἐξαμαυροῦται.
それどころか、仮に自然が何か美しいものを自ずと生み出すとしても、それは多くの異物によって、まるで荒れて汚れた藪に実った果実が混ざり合うように、覆い隠されてしまうのである。
ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγιγνώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν ὑποδεῖσθαι μανθάνουσι περιβάλλεσθαι καὶ ἀλείφεσθαι·
人々は堅琴を弾くことを学び、踊ることを学び、読み書きを学び、農業を学び、馬に乗ることを学び、靴を履くことを学び、上着を羽織ることや体に油を塗ることを学ぶ。
οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν ταῦτʼ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως; ποιεῖν.
彼らはまた、給仕することや料理することを教える。 これらは学ぶことなしに役立つように行うことはできないのではないか。
διʼ ὃ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν, ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον.
それなのに、これらすべての目的である「良く生きること」が、教えられず、理に適わず、技術もなく、偶然に生じるというのだろうか。
§2ὦ· ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον;
¦20 おお、人々よ、なぜ私たちは徳を教えられないと言うことで、それを存在しないものにしてしまうのか。
εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις.
もし学習が生成であるならば、学ぶことの妨げは消滅だからである。
καίτοι γʼ ὥς φησιν ὁ Πλάτων διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν καὶ ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτʼ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι διʼ ἀπεχθείας γιγνόμεναι τὰ ἔσχατα δρῶσί τε καὶ πάσχουσιν ὑπʼ ἀλλήλων·
しかし、プラトンが言うように、足と竪琴との不調和や不協和音のせいで、兄弟が兄弟と戦うことも、友が友と反目することもないし、国々が互いに敵対して最悪の事態をもたらし合ったり被り合ったりすることもない。
οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην, πότερον Τελχινας ἢ Τέλχινας ἀναγνωστέον οὐδʼ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος.
また、アクセントのことで、市の中に不和が生じたなどということは誰も言えない。 「テルキーナス」と読むべきか「テルキナス」と読むべきかというようなことで。 また、家庭内において、横糸や縦糸をめぐって夫と妻の間に争いが生じることもない。
ἀλλʼ ὅμως οὔτʼ ἂν ἱστὸν οὔτε βιβλίον ἢ λύραν ὁ μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλʼ αἰδεῖται γενέσθαι καταγέλαστος·
しかしそれにもかかわらず、機織り機も本も竪琴も、学んでいない者は、たとえ大した害を被らないとしても、物笑いの種になるのを恥じて扱おうとはしない。
ἀμαθίην
γὰρ Ἡράκλειτός φησι
κρύπτειν ἄμεινον·
「無知は」とヘラクレイトスは言う、「隠しておくのがより良い。
οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἷόν τε καλῶς μεταχειρίσασθαι μὴ γυναικὶ μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ καὶ ἄρχοντι;
」それなのに、家庭や結婚、国政や統治を、女、召使い、市民、被支配者、そして支配者が、学ばずにうまく扱うことができるだろうか。
παιδὸς ὀψοφαγοῦντος, ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας.
子供が美食にふけっていたとき、ディオゲネスはその養育係に拳で殴り、誤りは学ばなかった者ではなく教えなかった者にあるとしたのは正しかった。
εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης
"μὴ κιχλίζειν μηδʼ ὀψοφαγεῖν μηδʼ ἴσχειν τὼ πόδʼ ἐπαλλάξ·
さらに、大皿や杯をエレガントに分かち合うことは、子供の頃からすぐ学び始めない限りはできない。 アリストパネスが「クスクス笑いをしないこと、美食を貪らないこと、両足を交差させないこと」と言うように。
"
οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι;
それなのに、どのように互いに折り合うべきかを学んでいない者たちが、家庭や都市、結婚、生活、そして統治の非の打ちどころのない交わりを営むことができるだろうか。
ὁ Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινος
πανταχοῦ σὺ ἄρʼ εἶ; ʼ
γελάσας
οὐκοῦν
ἔφη
παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι.
アリスティッポスはある人から「お前はいたるところにいるのか」と問われ、笑って、「それなら、と彼は言った、「私は船賃を無駄にしていることになるね、もし本当にいたるところにいるのなら。
τί οὖν οὐκ ἂν εἴποις καὶ αὐτός
εἰ μὴ γίγνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν
πρῶτον γὰρ οὗτοι λαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες.
」あなた自身もこう言うべきではないか。 「もし人間が学習によってより良くならないのだとしたら、養育係の月謝は無駄になっている」と。 なぜなら、彼らは乳離れの時から子供を受け取り、乳母たちが手で体を形作るように、習慣によって品性を整え、徳の最初の第一歩へと導くからである。
καὶ ὁ Λάκων ἐρωτηθείς τί παρέχει παιδαγωγῶν,
· τὰ καλά
ἔφη
τοῖς παισὶν ἡδέα ποιῶ.
また、スパルタ人が「養育係として何を提供するのか」と問われて、「美しいものをと彼は言った、「子供たちにとって心地よいものにすることだ。
καίτοι διδάσκουσιν οἱ παιδαγωγοὶ κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τὸ τάριχος ἅρασθαι, δυσὶ τὸν ἰχθῦν σῖτον κρέας· οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν.
」それにしても、養育係たちは、通りではうつむいて歩くこと、塩魚は指一本で、魚や主食や肉は指二本でつまむこと、そのように座ること、上着をそのようにまとうことを教えているのだ。
§3τί οὖν;
さて、どうだろう。
ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μικρῶν καὶ παιδικῶν καθηκόντων εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἔστιν;
乾癬やさかむけには医療があるが、肋膜炎や発熱、脳炎には医療がないと言う人は、些細で子供じみた義務については教習所や言論、教訓があるが、重大で完成された事柄については理のない慣れと偶然があるだけだと言う人と、何が違うのだろうか。
ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολείπων τεχνῶν μάθησιν ἀρετῆς δʼ ἀναιρῶν τοὐναντίον ἔοικε τοῖς Σκύθαις ποιεῖν·
なぜなら、櫂を漕ぐのは学んだ上でなければならないが、舵を取ることは学ばなくてもよいと言う人が滑稽であるように、他の技術の学習は認めながら徳の学習を否定する者は、スキタイ人とは反対のことをしているように見えるからである。
ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος, τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως παραδῶσιν αὐτοῖς· οὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ.
すなわち、ヘロドトスが言うには、彼らは召使たちに(牛乳を)かき混ぜさせるために盲目にするのであるが、この者は奴隷のごとき補助的な技術に目としてのロゴスを組み込んでおきながら、徳からそれを奪い去るのである。
καίτοι γʼ ὁ στρατηγὸς Ἰφικράτης πρὸς τὸν Χαβρίου Καλλίαν ἐρωτῶντα καὶ λέγοντα
τίς εἶ;
それにしても、将軍イフィクラテスは、ハブリアスの息子カリアスが「お前は何者だ?
τοξότης;
弓兵か?
πελταστής;
軽装歩兵か?
ἱππεύς;
騎兵か?
ὁπλίτης;
重装歩兵か?
ʼ,
οὐδείς
ἔφη
τούτων ἀλλʼ ὁ τούτοις πᾶσιν ἐπιτάττων.
」と尋ね語ったことに対して、「そのいずれでもない、と彼は言った、「むしろ、これらすべてに命令を下す者だ」と。
γελοῖος οὖν ὁ λέγων, ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγία δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίγνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν.
したがって、弓術や重装歩兵術、投石、乗馬は教えられうるものであるが、将軍の職や指揮をすることは、学んでいない人々に対しても行き当たりばったりに、また偶然に備わるのだと言う者は滑稽である。
οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδʼ ὄνησίς ἐστιν.
それゆえ、ただ思慮だけを教えられないものとする者はさらに滑稽である。 なぜなら、思慮なしには他の技術は何の役にも立たず、恩恵もないからである。
εἰ δʼ ἡγεμὼν αὕτη καὶ κόσμος οὖσα πασῶν καὶ τάξις εἰς τὸ χρήσιμον ἕκαστον καθίστησιν, αὐτίκα τίς δείπνου χάρις, ἠσκημένων καὶ μεμαθηκότων παίδων
"δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,"
εἰ μὴ διάθεσις μηδὲ τάξις εἴη περὶ τοὺς διακονοῦντας;
もし思慮がすべての技術の導き手であり秩序であり、それぞれを有用なものに配置するものであるならば、例えば、召使いたちが「肉を切り分け、肉を焼き、酒を注ぐこと」を訓練され学んでいたとしても、もし給仕する人々の間に配置や秩序がなければ、宴会に何の喜びがあるだろうか。