Humanitext Reader

普鲁塔克 · 美德可教否 §1-3

美德是否可教与善生的学习

第 1 段,共 1 段 · 希腊语

内容简介

作者探讨了美德是否可以教授的问题,并利用各种轶事和比喻,批评了这样一种矛盾:即日常的微小技能和礼仪都需要学习,而最重要、最完善的“善生”与“美德”却被认为无需学习。

§1περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν·
我们在考虑并探讨关于美德的问题,即智慧、行义以及善终是否是可以教授的。
εἶτʼ οὐ θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρία γʼ ἐστίν· ἀγαθοὶ δʼ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες, ἔργον δʼ ἀμεμφὲς εἰς ἀρετὴν καὶ ἀκέραιον οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος καὶ ἄθικτον αἰσχροῦ βίον ἀλλʼ εἰ καί τι καλὸν ἡ φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ, καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος, ἐξαμαυροῦται.
然而,如果说修辞家、舵手、音乐家、建筑师和农夫的工作有千万种,而善人却只是被冠以名号和谈论,如同半人马、巨人、独眼巨人一般,而在美德上无可指责且纯洁的工作,或是脱离激情、纯洁的心灵,以及未染污点的生活,却是无法找到的,对此我们难道不感到惊讶吗? 相反,即使自然自动地产生出某种美好的东西,这也会被大量的外物所掩盖,就像果实与野蛮杂乱的灌木混杂在一起而失去光彩。
ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγιγνώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν ὑποδεῖσθαι μανθάνουσι περιβάλλεσθαι καὶ ἀλείφεσθαι·
人们学习弹琴、舞蹈、识字、务农、骑马,学习穿鞋、穿衣、涂油;他们教授斟酒、烹饪。
οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν ταῦτʼ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως;
如果不经过学习,难道这些事情能够有益地完成吗?
ποιεῖν. διʼ ὃ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν, ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον.
但是,这一切的目的——善生——却是不可教授的、无理性的、无技术的和偶然的吗?
§2ὦ· ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον;
¦20 世人啊,我们说美德是不可教授的,岂不是让它变得不存在了吗?
εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις.
因为如果学习是生成,那么阻碍学习就是消灭。
καίτοι γʼ ὥς φησιν ὁ Πλάτων διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν καὶ ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτʼ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι διʼ ἀπεχθείας γιγνόμεναι τὰ ἔσχατα δρῶσί τε καὶ πάσχουσιν ὑπʼ ἀλλήλων· οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην, πότερον Τελχινας ἢ Τέλχινας ἀναγνωστέον οὐδʼ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος.
然而,正如柏拉图所说,由于脚与竖琴的不协调和不和谐,兄弟不会与兄弟交战,朋友也不会与朋友绝交,城邦也不会因彼此憎恨而互相施加和遭受最极端的痛苦;也没有人能说城邦里发生过关于重音的动乱,究竟该读作“泰尔奇纳斯”还是“德尔奇纳斯”,也没有在家庭中丈夫和妻子为了纬线或经线产生争执。
ἀλλʼ ὅμως οὔτʼ ἂν ἱστὸν οὔτε βιβλίον ἢ λύραν ὁ μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλʼ αἰδεῖται γενέσθαι καταγέλαστος·
然而,未曾学习过的人,即使不会受到什么重大损害,也不会去摆弄织机、书籍或竖琴,而是会羞于成为笑柄。
ἀμαθίην γὰρ Ἡράκλειτός φησι κρύπτειν ἄμεινον·
因为赫拉克利特说: “掩盖愚昧更好。
οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἷόν τε καλῶς μεταχειρίσασθαι μὴ γυναικὶ μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ καὶ ἄρχοντι;
” 那么,家庭、婚姻、政治和统治,难道可以让一个女人、仆人、公民、被统治者或统治者在未学习的情况下很好地处理吗?
παιδὸς ὀψοφαγοῦντος, ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας.
当一个孩子贪食时,第欧根尼给了他的启蒙老师一个耳光,正确地将错误归咎于未施教者,而非未学者。
εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης "μὴ κιχλίζειν μηδʼ ὀψοφαγεῖν μηδʼ ἴσχειν τὼ πόδʼ ἐπαλλάξ·
其次,如果一个不从童年开始立即学习,他就不能优雅地分享一盘菜或是一杯酒,正如阿里斯托芬所说: “不要傻笑,不要贪食,不要双脚交叉。
" οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι;
” 而未曾学习如何与他人相处的人,难道能够使家庭、城邦、婚姻、生活和统治的交往变得无可指责吗?
ὁ Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινος πανταχοῦ σὺ ἄρʼ εἶ;
阿里斯蒂普斯被某人问到: “那么你无处不在吗?
ʼ γελάσας οὐκοῦν ἔφη παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι.
” 他笑着说: “那么, “如果我真的无处不在,我就白花了船费。
τί οὖν οὐκ ἂν εἴποις καὶ αὐτός εἰ μὴ γίγνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν πρῶτον γὰρ οὗτοι λαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες.
” 那么你为什么不也对自己说: “如果人们不能通过学习变得更好,那么启蒙老师的薪水就白花了。 ” 因为他们首先在哺乳期过后接管孩子们,就像乳母用手塑造身体一样,他们通过习惯来塑造孩子们的品格,使他们迈出走向美德的第一步。
καὶ ὁ Λάκων ἐρωτηθείς τί παρέχει παιδαγωγῶν, · τὰ καλά ἔφη τοῖς παισὶν ἡδέα ποιῶ.
那个斯巴达人被问到作为启蒙老师能提供什么时,他说: “我让美德 “对孩子们变得悦人。
καίτοι διδάσκουσιν οἱ παιδαγωγοὶ κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τὸ τάριχος ἅρασθαι, δυσὶ τὸν ἰχθῦν σῖτον κρέας· οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν.
” 然而,启蒙老师们教导他们低着头在路上行走,用一根手指拿咸鱼,用两根手指拿鱼、面包和肉;以这种方式坐着,以这种方式穿外套。
§3τί οὖν; ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μικρῶν καὶ παιδικῶν καθηκόντων εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἔστιν;
那么,如果有人说有针对癣和甲沟炎的医术,但没有针对肋膜炎、发热和脑炎的医术,这与说对于微小和幼稚的义务有学校、言论和教导,而对于伟大和完美的事务却只有无理性的惯性和偶然,有什么区别呢?
ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολείπων τεχνῶν μάθησιν ἀρετῆς δʼ ἀναιρῶν τοὐναντίον ἔοικε τοῖς Σκύθαις ποιεῖν·
因为正如有人说必须学会荡桨,但不需要学习就可以驾驶船只一样荒谬,同样,那些承认其他技术需要学习而否定美德需要学习的人,似乎做着与斯基泰人相反的事。
ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος, τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως παραδῶσιν αὐτοῖς· οὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ.
因为,正如希罗多德所说,他们把仆人们弄瞎,是为了让他们递送东西给他们;而这个人却在女奴和辅助性的技术中把理性当作眼睛装进去,却把理性从美德中夺走。
καίτοι γʼ ὁ στρατηγὸς Ἰφικράτης πρὸς τὸν Χαβρίου Καλλίαν ἐρωτῶντα καὶ λέγοντα τίς εἶ;
然而,将军伊菲克拉特斯对哈布里亚斯的儿子卡里阿斯提问说 “你是什么人?
τοξότης;
弓箭手?
πελταστής;
轻盾兵?
ἱππεύς;
骑兵?
ὁπλίτης;
重装步兵?
ʼ, οὐδείς ἔφη τούτων ἀλλʼ ὁ τούτοις πᾶσιν ἐπιτάττων.
” 他回答说: “这些都不是,而是命令这一切的人。
γελοῖος οὖν ὁ λέγων, ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγία δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίγνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν.
” 那么,如果有人说射箭和重装步兵术、投石以及骑马是可以教授的,而将帅之术和指挥则是偶然发生的,且是那些未曾学习过的偶然之人所能掌握的,这难道不是很荒谬吗?
οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδʼ ὄνησίς ἐστιν.
因此,如果有人宣称唯独智慧是不可教授的,而没有智慧其他技术就毫无用处和益处,那他就更加荒谬了。
εἰ δʼ ἡγεμὼν αὕτη καὶ κόσμος οὖσα πασῶν καὶ τάξις εἰς τὸ χρήσιμον ἕκαστον καθίστησιν, αὐτίκα τίς δείπνου χάρις, ἠσκημένων καὶ μεμαθηκότων παίδων "δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι," εἰ μὴ διάθεσις μηδὲ τάξις εἴη περὶ τοὺς διακονοῦντας;
如果智慧是这一切的引导和装饰,并将每一件事物安排在有用的秩序中,那么,即使仆人们经过训练和学习 “切割、烧烤和斟酒”,如果在服务的人中没有安排和秩序,宴席又有什么乐趣呢?

词汇与语法注释

  1. 439bεἰ ῥητόρων μὲν ἔργα... — 由 'εἶτʼ οὐ θαυμάζομεν, εἰ...'(难道我们不觉得奇怪吗,如果……)引导的从句。虽然 'εἰ' 通常表示“如果”,但在表示情感的动词(此处为 'θαυμάζομεν')之后,它用于引导事实从句(即“……这一事实”)。
  2. 439dὁ μὴ μαθὼν — 含有条件意图的分词(“未曾学习过的人”/“如果一个人没有学习”)。它与主句中带有 'ἄν' 的希求语气动词 'μεταχειρίσαιτο' 相呼应,起到了条件从句中前件的作用。
  3. 439dπαιδὸς ὀψοφαγοῦντος — 属格独立分词结构(Genitive Absolute),意为“当孩子贪食时(因为孩子贪食)”。
  4. 440cἠσκημένων καὶ μεμαθηκότων παίδων — 属格独立分词结构,作为后续引用句中不定式('δαιτρεῦσαί τε...')的逻辑主语,表示让步或条件(“即使仆人们已经过训练并学会了切割……”)。

引用这一段

普鲁塔克, 美德可教否 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg093.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。