Humanitext Reader

プルタルコス · 運について §1-2

運の支配に対する反論と思慮の重要性

1 / 3 箇所 · ギリシア語

要旨

運が人間の諸事を支配するという説に対し、アリスティデスやアレクサンドロスなどの道徳的行為を例に挙げて反論し、思慮(良き熟慮)の必要性を論じる。

§1τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία .
運が人間の諸事を支配するのであり、思慮ではない。
πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδʼ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλʼ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτʼ ἔλαβεν οὔτʼ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου πόρνας καὶ ἰχθῦς ἠγόραζε καὶ Λασθένης καὶ Εὐθυκράτης ἀπώλεσαν Ὄλυνθον, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν;
はたして人間の諸事は、正義でも対等でも節制でも規律でもなく、ただ運によって、また運のゆえに、アリスティデスは多くの富の主人となることができたのに貧困に耐え忍び、スキピオはカルタゴを攻略したとき戦利品を何一つ受け取ることも見ることもしなかったのであり、また運によって、また運のゆえに、フィロクラテスはフィリッポスから金を受け取って娼婦や魚を買い、ラステネスとエウテュクラテスはオリントスを滅ぼし、彼らは胃袋と最も恥ずべきことによって幸福を測ったというのだろうか。
ἀπὸ τύχης δʼ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, καὶ λαβὼν αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους;
また運によって、フィリッポスの子アレクサンドロスは自ら捕虜の女たちから身を遠ざけ、彼女らを侮辱する者を罰したのに対し、プリアモスの子は悪い運命と運に従って客人の妻と共寝し、彼女を連れ去って二つの大陸を戦争と災厄で満たしたというのだろうか。
εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς ἀκρασίαις καὶ ταῖς βωμολοχίαις;
もしこれらのことが運のゆえに起こるのなら、イタチや雄ヤギや猿たちも、運のゆえにその貪欲さや無節制や下品さに囚われているのだと言うのを、何が妨げるだろうか。
§2Εἰ δʼ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν;
もし節制と正義と勇気があるのなら、思慮が存在しないということがどうして理にかなうだろうか。 そしてもし思慮があるなら、どうして良き熟慮もないことがあろうか。
ἥ τε γὰρ σωφροσύνη φρόνησίς τίς ἐστιν ὥς φασι καὶ εὐβουλία, καὶ ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης·
というのも、言われているように、節制とは一種の思慮であり、また良き熟慮であり、正義もまた思慮がともにあることを必要とするからである。
μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην.
むしろ、良き熟慮と(あるいは)思慮が、快楽において優れた者に仕立て上げるとき、私たちはそれを自制や節制と呼び、危険や苦労においては忍耐や勇気と呼び、交際や国政においては秩序ある支配や正義と呼ぶのである。
ὅθεν εἰ τὰ τῆς εὐβουλίας ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶ διαφερομένους.
それゆえ、もし良き熟慮の働きを運のものであると見なすのが正しいとするなら、正義の働きも節制の働きも運のものであれ。 そして、ゼウスにかけて、盗むこともスリを働くことも放蕩にふけることも運のものであれ。 そして、私たち自身の思考を捨て去って、強風に追われ吹き散らされる塵やゴミのように、自分自身を運に委ねてしまおうではないか。
εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλʼ ἐλήρησεν εἰπὼν ὁ Σοφοκλῆς ὅτι " πᾶν τὸ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον " καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν " τὰ μὲν διδακτὰ μανθάνω, τὰ δʼ εὑρετὰ ζητῶ, τὰ δʼ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην " τί γὰρ εὑρετὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην;
したがって、良き熟慮が存在しないなら、諸事についての熟慮も、考察も、有益なものの探求も存在しないはずである。 そうであれば、ソポクレスが次のように言ったのは戯言であったことになる。 「探求されるものはすべて捉えられ、無視されるものは逃げ去る」また彼が再び諸事を分類して次のように言ったのも同様である。 「教えられるべきものは私は学び、発見されるべきものは私は探し、祈り求められるべきものは神々に乞うた」というのも、もしすべてが運に従って成し遂げられるなら、人間にとって何が発見可能であり、何が学習可能であろうか。
ποῖον δʼ οὐκ ἀναιρεῖται βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντʼ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες αὐτῇ;
もしすべてが運の下にあり、私たちがそれを盲目であると罵りながら、自分自身も盲人のようにそれに衝突しているのだとしたら、都市のいかなる評議会が廃止されないことがあろうか、あるいは王のいかなる会議が解体されないことがあろうか。
τί δʼ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν;
私たちが、良き熟慮という人生の眼を自らえぐり出し、盲目の案内人を手引きとする時、そうならないなどということがあろうか。

語釈・文法注

  1. 97dδυνάμενος — 主節(アリスティデスが貧困を耐え忍んだこと)に対して、譲歩(「〜できたにもかかわらず」)を表す分詞である。
  2. 97fμεθέμενοι — 動詞 μεθίημι(手放す)のアオリスト中道分詞であり、分離の属格 τῶν οἰκείων λογισμῶν(自らの理性・思考を)を支配している。
  3. 98bτί δʼ οὐ μέλλομεν — 「なぜ私たちは〜しないだろうか(いや、当然する)」という反語的な慣用表現であり、文脈上、前文の動詞 περιπίπτειν(衝突する)などが省略されている。

この箇所を引用する

プルタルコス, 運について §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg074.humanitext-grc2:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。