§5.52.1τοῦ δ’ ἐπιγιγνομένου θέρους εὐθὺς ἀρχομένου τὴν Ἡράκλειαν, ὡς μετὰ τὴν μάχην κακῶς ἐφθείρετο, Βοιωτοὶ παρέλαβον, καὶ Ἀγησιππίδαν τὸν Λακεδαιμόνιον ὡς οὐ καλῶς ἄρχοντα ἐξέπεμψαν.
翌夏が始まってすぐに、ボイオティア人は、ヘラクレイアが戦闘の後に悲惨なまでに荒廃していたため、これを接収し、ラケダイモン人のアゲシッピダスを統治が良くないとして追放した。
δείσαντες δὲ παρέλαβον τὸ χωρίον μὴ Λακεδαιμονίων τὰ κατὰ Πελοπόννησον θορυβουμένων Ἀθηναῖοι λάβωσιν·
彼らがその場所を接収したのは、ラケダイモン人がペロポネソスにおける諸事に忙殺されているうちに、アテナイ人がそこを占領することを恐れたからである。
Λακεδαιμόνιοι μέντοι ὠργίζοντο αὐτοῖς.
しかしながら、ラケダイモン人は彼らに対して怒った。
§5.52.2καὶ τοῦ αὐτοῦ θέρους Ἀλκιβιάδης ὁ Κλεινίου στρατηγὸς ὢν Ἀθηναίων, Ἀργείων καὶ τῶν ξυμμάχων ξυμπρασσόντων, ἐλθὼν ἐς Πελοπόννησον μετ’ ὀλίγων Ἀθηναίων ὁπλιτῶν καὶ τοξοτῶν καὶ τῶν αὐτόθεν ξυμμάχων παραλαβὼν τά τε ἄλλα ξυγκαθίστη περὶ τὴν ξυμμαχίαν διαπορευόμενος Πελοπόννησον τῇ στρατιᾷ, καὶ Πατρέας τε τείχη καθεῖναι ἔπεισεν ἐς θάλασσαν καὶ αὐτὸς ἕτερον διενοεῖτο τειχίσαι ἐπὶ τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ.
また同じ夏、アテナイ人の将軍であったクレイニアスの子アルキビアデスは、アルゴス人とその同盟者たちが協力する中で、少数のアテナイ人重装歩兵と弓兵を伴ってペロポネソスに赴き、現地の同盟軍をも引き連れて、軍とともにペロポネソスを巡りながら、同盟に関するその他の諸事を整理した。 そして、パトライの人々を説得して長城を海まで延ばさせ、自身もアカイアのリオンに別の要塞を築くことを計画した。
Κορίνθιοι δὲ καὶ Σικυώνιοι, καὶ οἷς ἦν ἐν βλάβῃ τειχισθὲν βοηθήσαντες διεκώλυσαν.
しかし、コリントス人とシキュオン人、およびその建設が不利益となる他の人々が、救援に赴いてこれを阻止した。