← ギリシア詞華集

ギリシア詞華集 4

§11.34-11.47

素朴な酒宴と老いの自覚および生への勧奨

贅沢を排した素朴な享楽や会食の準備、過ぎ去る若さと老いの自覚、密儀参入や宴席の節度など、人生の短さと死を背景にした日々の歓楽が歌われる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
34

​Philodemus Λευκοΐνους πάλι δὴ καὶ ψάλματα, καὶ πάλι Χίους οἴνους, καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην, καὶ πάλι κωμάζειν, καὶ ἔχειν πάλι διψάδα πόρνην οὐκ ἐθέλω· μισῶ ταῦτα τὰ πρὸς μανίην.1 ἀλλά με ναρκίσσοις ἀναδήσατε, καὶ πλαγιαύλων γεύσατε, καὶ κροκίνοις χρίσατε γυῖα μύροις, καὶ Μυτιληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ, καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν.

ピロデモス 再び白スミレ〔の花冠〕と爪弾く竪琴を求め、再びキオス産の ワインを、再びシリアのミルラを手にし、 再び饗宴に繰り出し、渇いた情婦を再び抱くなど、 私は望まぬ。狂気へと駆り立てるかかるものを私は憎む。 むしろ私を水仙の花で冠らせ、斜吹き笛の音を 味あわせ、サフランの香油を四肢に塗り、 ミュティレネの酒で肺を潤わせ、 そして慎ましい処女の娘を私に添い寝させてくれ。 ピロデモス

35

​Philodemus Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον, βολβίσκους δʼ ἡμῖν δῶκεν Ἀθηναγόρας, ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς χοιρείου, καὶ τρεῖς ἦσαν ἀπʼ ἐχθὲς ἔτι. ᾠόν, καὶ στεφάνους, καὶ σάμβαλα, καὶ μύρον ἡμῖν λάμβανε, καὶ δεκάτης εὐθὺ θέλω παράγειν.

アルテミドロスはキャベツを、アリスタルコスは塩魚を、 小さな野玉ねぎを我らにアテナゴラスが提供し、 レバーはピロデモスが、アポロパネスは豚肉二ムナを差し出し、 さらに昨日からの残りが三ムナあった。 卵と、花冠と、サンダルと、香油を我らのために 手に入れよ。十時きっかりに向かいたいのだ。

​Philippus ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων, ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετʼ ἄλλων παίζων, τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας. ὡς δʼ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων, τὴν καλάμην δωρῇ, δοὺς ἑτέροις τὸ θέρος.

ピリッポス 汝が美しく、アルケストラトスよ、酒色に染まる 両の頬で若者たちの魂を燃え上がらせていた頃は、 我が愛など歯牙にもかけなかった。他の者たちと 戯れながら、汝は花盛りの時を薔薇のように散らしてしまった。 だが今や汝が忌まわしい毛で黒ずむにつれ、友を引き寄せようとし、 他人に収穫を与えつくして、私には刈り株を贈るのか。

​Antipater ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας· ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται, καί τις χειμερινὴν ἀμφερέφει καλύβην. σοὶ δʼ οὔτε χλαίνης θερμὴ κροκύς, οὔτε χιτῶνος ἔνδον ἀποσκλήσῃ δʼ ἀστέρα μεμφόμενος.

アンティパトロス すでに秋なのだ、エピクレスよ、牛飼い座の 帯からはアルクトゥルスの眩い光が立ち昇った。 すでに葡萄の房も刈り取りの鎌を思い起こし、 人々は冬用の小屋に屋根を葺き直している。 だが汝には温かい外套の毛羽も、内に着るチュニックも ない。星を呪いながら凍え死ぬことになるぞ。

​Polemon i ἡ πτωχῶν χαρίεσσα πανοπλίη ἀρτολάγυνος αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος, καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον. πῖνε, λέγει τὸ γλύμμα, “καὶ ἔσθιε καὶ περίκεισο ἄνθεα· τοιοῦτοι γινόμεθʼ ἐξαπίνης. ”

ポレモン一世 このパン袋と酒瓶こそ貧者の麗しき武具であり、 そして滴る花弁からなる冠もあり、 そしてこれは死者の神聖な前哨、脳の骨、 魂のいとも高き砦である。 「飲め」と彫刻は語る、「そして食らい、花々を 身に纏え。我らは不意にこのようになるのだから」。

​Macedonius i ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρει οὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας.

マケドニオス一世 昨日、私と一緒に飲んだ女がいるが、芳しからぬ 噂が流れている。奴隷たちよ、その杯どもを叩き割れ。

40

​Antistius Εὐμένεος Κλεόδημος ἔτι βραχύς· ἀλλὰ χορεύει σὺν παισὶν βαιῷ μικρὸς ἔτʼ ἐν θιάσῳ· ἠνίδε καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ, καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς· ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.

アンティスティオス エウメネスの子クレオデモスはまだ幼い。だが小さな身で 童子たちと共に、ささやかな信徒団の中で踊っている。 見よ、斑ある小鹿の皮を帯び、 金色の頭の上で蔦を揺らしている。 おおカドモスの王よ、彼を雄々しく育てたまえ、この幼き 密儀参入者が、やがて若者たちの信徒団を率いることができるように。

​Philodemus ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες,2 ἤδη μοι βιότου σχιζόμεναι σελίδες· ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι, Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης. ἀλλʼ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται, καὶ πῦρ ἀπλήστῳ τύφετʼ ἐνὶ κραδίῃ. αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι, ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.

ピロデモス 三十の年にさらに七つの歳月が重なり、 我が人生の紙片はすでに引き裂かれつつある。 すでに白髪が私の上に散りかかり、 クサンティッペよ、分別の年齢を告げ知らせている。 だが私はいまだ饒舌な竪琴の調べと狂乱の宴を気にかけ、 満たされぬ心の中では火が燻っている。 ムーサたちよ、我が主神たちよ、この私の狂気の 終止符を、速やかに書き記しておくれ。

​Crinagoras εἰ καί σοι ἑδραῖος ἀεὶ βίος, οὐδὲ θάλασσαν ἔπλως, χερσαίας τʼ οὐκ ἐπάτησας ὁδούς, ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρʼ ἂν ἐκείνας Δήμητρος μεγάλας νύκτας ἴδῃς ἱερῶν, τῶν ἄπο κἠν ζωοῖσιν ἀκηδέα, κεὖτʼ ἂν ἵκηαι ἐς πλεόνων,3 ἕξεις θυμὸν ἐλαφρότερον.

クリナゴラス たとえ汝の暮らしが常に定住であり、海を 航海したこともなく、陸路の道を踏んだことがなくとも、 それでもなおケクロピアの地へ赴くがよい、あのデメテルの 大いなる密儀の夜を目にするために。 それゆえに生ある間も憂いなく、やがて汝が 死者たちの群れに赴く時にも、汝の心はより軽やかであろう。

​Diodorus zonas δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον, ἇς γενόμην, καὶ ὑφʼ ᾇ κείσομʼ ἀποφθίμενος.

ディオドロス・ゾナス 私を生み出し、息絶えた暁にはその下に横たわることになる 土から作られた、心地よき杯を私に与えよ。

​Philodemus αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων, ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος, εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δʼ ἀπολείψεις οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν, ἀλλʼ ἑτάρους ὄψει4 παναληθέας, ἀλλʼ ἐπακούσῃ Φαιήκων γαίης πουλὺ μελιχρότερα· ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων, ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.

ピロデモス 明日、質素な庵へと、最愛のピソよ、 九時からムーサに愛される友がお前を招く、 年に一度の二十日祭の宴を設けて。たとえ汝が 乳房の肉やキオス生まれのバッコスの前杯を欠くとしても、 真実そのものの友らを目にし、パイアケス人の国よりも 遥かに甘美な詩を聞くことになるだろう。 そしてピソよ、汝がいつか我らにも目を向けてくれるなら、 我らは質素な二十日祭をより豊かなものとして祝うことだろう。

45

​Honestus Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δὲ κʼ ἀνάγκῃ, ὑβριστὴς οἴνῳ τʼ ἐστὶ καὶ οἰνοπότῃ. τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα· τὸν δʼ ὑπὸ γαίῃ πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ. πουλυμεθεῖς χαίροιτε· τὸ δʼ ὁππόσον ἡδὺ ποθῆναι, μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης.

ホネストゥス 自ら望んでの酒こそが常に最も甘美である。だが強いられての酒は ワインに対しても、飲み手に対しても無礼となる。 前者を密かに大地へと注ぎこぼし、後者をしばしば 大地の下のレーテーの苦き水へと連れ去るのだから。 大酒飲みたちよ、去るがよい。飲んで心地よい分だけの量、 その節度こそが私にとってすべての歓喜に十分なのだ。

​Automedon ἄνθρωποι δείλης, ὅτε πίνομεν ἢν δὲ γένηται ὄρθρος, ἐπʼ ἀλλήλους θῆρες ἐγειρόμεθα.

アウトメドン 夕暮れ、酒を飲む時、我らは人間である。だが 夜明けが訪れると、互いに野獣となって目覚める。

​Anacreon οὔ μοι μέλει τὰ Γύγεω, τοῦ Σαρδίων ἄνακτος, οὔθʼ αἱρέει με χρυσός, οὐκ αἰνέω τυράννους· ἐμοὶ μέλει μύροισι καταβρέχειν ὑπήνην ἐμοὶ μέλει ῥόδοισι καταστέφειν κάρηνα. τὸ σήμερον μέλει μοι τὸ δʼ αὔριον τίς οἶδεν;

アナクレオン サルディスの王たる ギュゲスの富など意に介さぬ。 黄金が私を捕えることもなく、 僭主たちを称賛しもしない。 私は香油で 顎髭を濡らすことを気にかけ、 薔薇の花で 頭を冠らせることを気にかける。 今日この日こそが私の関心事。 明日を誰が知ろうか。

構文注4 件
  1. 11.34τὰ πρὸς μανίην

    前置詞 πρός に女性単数対格名詞 μανίην が結合し、「狂気へと向かうもの」「狂気をもたらすもの」という結果・傾向を表す副詞的/名詞的限定句。直前の ταῦτα を補足修飾している。

  2. 11.41ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες

    数詞 τριηκόντεσσιν(与格)に ἑπτὰ が加わり、主語 λυκάβαντες(年、歳月)が動詞 ἐπέρχονται に従う。「30の歳月に7つの年が重なって訪れる」、すなわち37歳を迎えたことを表す詩的表現。

  3. 11.42ἐς πλεόνων

    比較級形容詞 πλείων の男性複数属格で、「死者たち」を暗示する名詞省略の慣用句(ἐς πλεόνων [οἶκον/δόμον] または οἱ πλείονες「多数派=死者」の属格)。「多数者(死者)の許へ赴く時」という婉曲表現。

  4. 11.44εἰ δʼ ἀπολείψεις ... ἀλλʼ ἑτάρους ὄψει

    条件節 εἰ δʼ ἀπολείψεις(たとえ〜を欠くとしても)に対し、主節が接続詞 ἀλλά で導かれる相関構文。「たとえ贅沢な馳走が欠けているとしても、しかし(それとは対照的に)真実の友を見出すだろう」という譲歩と対比の論理展開をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.34-11.47