← ギリシア詞華集

ギリシア詞華集 4

§11.19-11.33

酒と愛の享受と衒学的な詩人への風刺

ストラトンやアンティパトロスらによるエピグラム群。生あるうちに酒と愛を享受すべきとする享楽の勧め、難解な新奇詩人や冷徹な水飲みに対する風刺、老いと勃起不全への嘆き、そして陶器や蔦などをめぐる機知に富んだ寓意が詠まれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
19

​Straton καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες· οὐ γὰρ ἐς αἰεὶ πιόμεθʼ, οὐδʼ αἰεὶ παισὶ συνεσσόμεθα. καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα, καὶ μυρίσωμεν αὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους. νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά·1 νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω.

ストラトン 今こそ飲み、今こそ愛せよ、ダモクラテス。我らは永遠に 飲むわけではなく、永遠に少年たちと共にいられるわけでもないのだから。 冠で頭を飾り、自らに香油を塗ろうではないか、 他人がそれらを墓へと運んでくる前に。 いま私が生きているうちに、我が骨に酒を心ゆくまで飲ませよ。 死んでしまえば、デウカリオンの洪水が骨を押し流すがよい。 アンティパトロス

20

​Antipater φεύγεθʼ ὅσοι λόκκας ἢ λοφνίδας ἢ καμασῆνας ᾄδετε, ποιητῶν φῦλον ἀκανθολόγων, οἳ τʼ ἐπέων κόσμον λελυγισμένον ἀσκήσαντες, κρήνης ἐξ ἱερῆς πίνετε λιτὸν ὕδωρ. σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρου σπένδομεν2 ὁ κρητὴρ οὐ δέχεθʼ ὑδροπότας.

「ロクカイ」だの「ロプニデス」だの「カマセネス」だのと詠う者どもよ、 棘集めの詩人の一族よ、逃げ去るがよい。 言葉のねじくれた装飾を鍛え上げ、 聖なる泉からただの水をすすっている者どもよ。 今日、我らはアルキロコスと雄々しきホメロスの記念日に 献酌するのだ。酒甕は水飲みどもを受け入れはしない。

​Straton πρῴην τὴν σαύραν Ἀγάθων ῥοδοδάκτυλον εἶχεν νῦν δʼ αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχει.

ストラトン 先日、アガトンは薔薇の指をしたトカゲを持っていた。 だが今や、すでに薔薇の腕をしたトカゲを持っている。

​Straton ἔστι Δράκων τις ἔφηβος, ἄγαν καλός· ἀλλά, δράκων ὤν, πῶς εἰς τὴν τρώγλην ἄλλον ὄφιν δέχεται;

ストラトン ドラコンという名の、極めて美しい若者がいる。だが蛇でありながら、 どうして自分の穴にもう一匹の蛇を受け入れるのか。

​Antipater ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρων εἰμὶ μέν, ἀλλʼ οὔ μοι τοῦτο, Σέλευκε, μέλει. εἰς ἀίδην μία πᾶσι καταίβασις εἰ δὲ ταχίων ἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα. πίνωμεν καὶ δὴ γὰρ ἐτήτυμον, εἰς ὁδὸν ἵππος οἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς ἀίδην.

アンティパトロス 星辰を知る男たちは、私が短命だと告げる。 確かにそうだが、セレウコスよ、私にはどうでもよいことだ。 冥府への下り道は万人に一つ。もし我らの歩みが より速いなら、それだけ早くミーノースにまみえるまでのこと。 飲もうではないか。まことに、酒は旅立ちのための馬なのだ、 冥府への小道は徒歩で行く者たちのものなのだから。

​Antipater ὦ Ἑλικὼν Βοιωτέ, σὺ μέν ποτε πολλάκις ὕδωρ εὐεπὲς ἐκ πηγέων ἔβλυσας Ἡσιόδῳ· νῦν δʼ ἡμῖν ἔθʼ ὁ κοῦρος ὁμώνυμος Αὔσονα Βάκχον οἰνοχοεῖ κρήνης ἐξ ἀμεριμνοτέρης, βουλοίμην δʼ ἂν ἔγωγε πιεῖν παρὰ τοῦδε κύπελλον ἓν μόνον, ἢ παρὰ σεῦ χίλια Πηγασίδος.

アンティパトロス ボイオティアのヘリコンよ、かつて汝はしばしば 美わしき言の葉の水をヘシオドスのために泉から湧き出させた。 だが今や、我らにとって同じ名を持つ若きヘリコンが、 憂いのなき泉からアウソニアのバッコスを注いでくれる。 私としては、汝のペガサスの泉から千杯飲むよりも、 この若者からただ一杯の杯を受け取って飲みたいものだ。

25

​Apollonides Ὑπνώεις, ὦ ʼταῖρε· τὸ δὲ σκύφος αὐτὸ βοᾷ σε· ἔγρεο, “μὴ τέρπου μοιριδίῃ μελέτῃ. μὴ” φείσῃ, Διόδωρε· λάβρος δʼ εἰς Βάκχον ὀλισθὼν, ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος. ἔσσεθʼ ὅτʼ οὐ πιόμεσθα, πολὺς πολύς· ἀλλʼ ἄγʼ ἐπείγου· ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων.

アポッロニデス 友よ、お前は眠っている。だが杯そのものがお前を呼んでいるぞ。 「起きよ、定められた死の予行演習を楽しんではならぬ。 惜しむな、ディオドロスよ」と。勢いよくバッコスへと身を滑らせ、 膝が覚束なくなるまで生酒を呷るのだ。 我らが飲めなくなる時は長く、あまりにも長く続く。さあ急げ、 分別ある白髪が我らのこめかみに触れつつあるのだから。

​Marcus Argentarius σφάλλομαι ἀκρήτῳ μεμεθυσμένος· ἀλλὰ τίς ἆρα σώσει μʼ ἐκ Βρομίου γυῖα σαλευόμενον; ὡς ἄδικον θεὸν εὗρον, ὁθείνεκεν αὐτὸς ἐγὼ σέ, Βάκχε, φέρων ὑπὸ σοῦ τἄμπαλι παρφέρομαι.

マルクス・アルゲンタリウス 生酒に酔いしれて足元がふらつく。だが果たして誰が、 ブロミオスによって四肢を揺さぶられる私を救ってくれようか。 なんという理不尽な神を見出したことか。この私が、 バッコスよ、お前を腹に抱え運んでいるのに、逆に呑まれて運ばれているとは。

​Macedonius i Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη, καὶ Πολλεντίνων γαῖα μελιχροτάτη, ἀστὴ θʼ ἡ τριπόθητος, ἀφʼ ἧς βρομιώδεα πηλὸν φύρησαν Βάκχῳ τριζυγέες Χάριτες, πλούτου καὶ πενίης κοινὸν κτέαρ· οἷς μὲν ἀνάγκης σκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη.

マケドニオス一世 スッレントゥムの香り高き荒れた砂塵よ、幸いあれ、 ポッレンティアの蜜のように甘美な大地よ、 そして誰もが焦がれる都市よ、そこから三美神は バッコスのために酒の神の粘土を捏ね上げた。 富と貧窮の共通の財宝。ある者には必需の器であり、 またある者には限度を超えた贅沢の調度である。

​Marcus Argentarius πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰ ζωῆς, οὐδʼ αὐγὰς ὄψεαι ἠελίου· ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς, Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον. εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι Κλεάνθης καὶ Ζήνων ἀίδην τὸν βαθὺν ὡς ἔμολον.

マルクス・アルゲンタリウス 死ねば五フィートの土を占めて横たわり、人生の喜びも、 太陽の輝きも目にすることはなかろう。 されば喜びに満ちてバッコスの生酒の杯を取って飲み干せ、 キンキウスよ、いとも美しい妻を腕に抱きながら。 もし不滅の知恵に心を留めているのなら、知るがよい、 クレアンテスもゼノンも深い冥府へと赴いたということを。

​Automedon πέμπε, κάλει· πάντʼ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ, τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον. αὕτη γὰρ λαχάνου σισαρωτέρη, ἡ πρὶν ἀκαμπὴς ζῶσα, νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω. πόλλʼ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ πλώειν,3 τὴν κώπην μηκέτʼ ἔχων ἐρέτης.

アウトメドン 人を遣わし、呼び寄せるがよい。汝のために万全の支度は整った。 だがもし相手が来たら、汝はどうするのか。自らに言い聞かせよ、アウトメドン。 かつては直立して生きていたものが、今や野菜のシサルムよりも萎び、 すっかり息絶えて両股の間に沈み込んでいるではないか。 人々は汝を大いに笑うだろう、漕ぎ手がもはや櫂を持たないのに、 艤装も整えずに船出を試みるならば。

30

​Philodemus ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη, ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιον οἴμοι καὶ.. τοῦτο κατὰ βραχὺ ʽ πολλάκι δʼ ἤδη ἡμιθανὲςʼ θνῄσκει· τοῦτο τὸ τερμέριον. ὦ γῆρας, γῆρας, τί ποθʼ ὕστερον, ἢν ἀφίκηαι, ποιήσεις, ὅτε νῦν ὧδε μαραινόμεθα;

ピロデモス かつては一晩に五度も九度も励んだこの私が、アフロディテよ、 今では宵の口から夜明けまでに辛うじて一度きり。 ああ、それすらも弱々しく、今や幾度となく 半死半生で息絶えてしまう。まさにテルメロスの災禍だ。 おお老いよ、老いよ、今ですらこのように衰えているというのに、 やがて本格的に訪れた暁には、汝は一体どうするつもりなのか。

​Antipater οὔ μοι Πληιάδων φοβερὴ δύσις, οὐδὲ θαλάσσης ὠρῦον στυφελῷ κῦμα περὶ σκοπέλῳ, οὐδʼ ὅταν ἀστράπτῃ μέγας οὐρανός, ὡς κακὸν ἄνδρα ταρβέω, καὶ μύθων μνήμονας ὑδροπότας.

アンティパトロス プレイアデス星団が沈むのも、険しい岩礁の周りで 吼える海の波も、私にとって恐ろしくはない。 大いなる天空が稲妻を走らせる時すらも、悪しき男や、 酒席の語らいを記憶にとどめる水飲み野郎を恐れるほどには。

​Honestus Μούσης νουθεσίην φιλοπαίγμονος εὕρετο Βάκχος, ὦ Σικυών, ἐν σοὶ κῶμον ἄγων Χαρίτων δὴ γὰρ ἔλεγχον ἔχει γλυκερώτατον, ἔν τε γέλωτι κέντρον· χὠ μεθύων ἀστὸν ἐσωφρόνισεν.

ホネストゥス 戯れを好むムーサの戒めをバッコスは見出した、 シキュオンよ、汝の地でカリスたちの饗宴を率いた時に。 まことにそれはいとも甘美な弾劾を含み、笑いの中に 棘を持つ。そして酔客が市民を正気に戻したのだ。

​Philippus λάθριον ἑρπηστὴν σκολιὸν πόδα, κισσέ, χορεύσας, ἄγχεις τὴν Βρομίου βοτρυόπαιδα χάριν δεσμεῖς δʼ οὐχ ἡμᾶς, ὀλέκεις δὲ σέ· τίς γὰρ ἕλοιτʼ ἂν κισσὸν ἐπὶ κροτάφοις, μὴ κεράσας Βρόμιον;

ピリッポス 忍び足で這い回る曲がった足を躍らせて、蔦よ、 汝はブロミオスの葡萄の実りたる恵みを絞め殺している。 汝が縛るのは我らではなく、汝自身を滅ぼしているのだ。 酒を混ぜ合わせていないのに、誰がこめかみに蔦を巻こうとするだろうか。

構文注3 件
  1. 11.19νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά

    πιέτω(三人称単数命令法)の主語は中性複数主格の ὀστέα τἀμά(中性複数主語が単数動詞をとる構文)であり、μέθυ(中性単数対格)は目的語。生前に体内の骨が酒を飲むという表現。副詞句 τὸ πλέον は「むしろ/大いに」の意で、死後に水に浸されることとの対比を強調している。

  2. 11.20σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρου σπένδομεν

    σπένδομεν(直説法現在第一人称複数)の直接目的語として ἦμαρ が取られ、「記念日を祝して献酌する」という同族目的語的・拡大的対格の構文をなす。Ἀρχιλόχοιο と Ὁμήρου は ἦμαρ にかかる所有の属格。

  3. 11.29ἀνάρμενος ἂν παραβάλλῃ πλώειν

    接続法 παραβάλλῃ に不定詞 πλώειν が後続し、「あえて船出を試みる」という慣用的な連語(危険を冒す・賭けるの意)。分詞 ἀνάρμενος は船の艤装・索具が解かれたさまを表し、性的な無能力(勃起不全)を暗喩している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.19-11.33