← ギリシア詞華集

ギリシア詞華集 3

§9.618-9.631

各地の浴場と温泉およびその由来を讃える警句

ビザンティオン、リュキア、アレクサンドリア、スミュルナなどの各地の浴場や温泉を称賛し、神話の女神たちやエロースの逸話、あるいは治療効果や名声の由来を歌う一連のエピグラム群。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
618

​Anonymi Epigrammatici εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳ λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος·1 πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει. εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ, οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας.

詩人無名氏(ビザンティオンの別の浴場に寄せて) ロートスを食む者たちについての昔人の物語は偽りではなかった。 この浴場はその真実の証しを有している。 もし人が一度でもこの清らかな水で身を洗えば、 もはや故郷を慕うこともなく、両親を求めることもないのだから。

​Agathias Scholasticus εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳ νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη. ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι2 Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην. νίκησεν τὸ λοετρὸν ἔοικε δὲ τοῦτο βοώσῃ Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.

アガティアース・スコラスティコス(ビザンティオンの別の浴場に寄せて) キュテレイアよ、いまこそ私は知った、そなたがどこから勝利を収め、 かつてのアレクサンドロスの判定を奪い去ったのかを。 そなたはここでその身を潤したゆえに、イーナコス川の流れで 身を洗ったヘーラーに打ち勝つ道を見出したのだ。 勝ったのはこの浴場なのだ。パラスもこう叫んでいるかのようだ、 「私は水に負けたのであり、パポスの女神に負けたのではない」と。

620

​Paulus Silentiarius εἰς λουτρὸν δίδυμον, ἐν ᾧ λούονται καὶ γυναῖκες καὶ ἄνδρες ἄγχι μὲν ἐλπὶς ἔρωτος· ἑλεῖν δʼ οὐκ ἔστι γυναῖκας· εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη. ἀλλʼ ἔμπης γλυκὺ τοῦτο ποθοβλήτοις γὰρ ἐπʼ ἔργοις ἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη.

パウロス・シーレンティアリオス(女も男も浴する双子の浴場に寄せて) 恋の望みは身近にあるが、女たちを捉えることはできない。 小さな潜り戸が、大いなるパポスの女神を締め出しているのだ。 だがそれでもこれは甘美である。激しい欲望の業においては、 望みこそが現実よりも蜜のように甘いのだから。

​Anonymi Epigrammatici εἰς ἕτερον λουτρόν Ὅσσαις θηλυτέραις ἐστὶν πόθος ʽ ἔστι δὲ πάσαισʼ, δεῦρʼ ἴτε, φαιδροτέρης τευξόμεναι χάριτος. χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν ἡ δʼ ἔτι κούρη ὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέων ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος,3 ἑσμὸν ἐραστῶν ἕξει ἐπὶ προθύροις, ἐνθάδε λουσαμένη.

詩人無名氏(別の浴場に寄せて) 恋情を抱くすべての女たちよ——いや、女は皆そうなのだから—— ここへ来よ、より輝かしい美しさを得るために。 夫ある妻は夫を喜ばせ、いまだ未婚の娘は 多くの求婚者に婚礼の引き出物を差し出すよう促すだろう。 またその身によって生計を立てる女は、ここで身を洗えば、 門口に愛人たちの群れを抱くことになるだろう。

​Anonymi Epigrammatici εἰς τὸ αὐτό εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει, λούεο, φαιδρότερος τῇδε φανησόμενος· εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει, λήψῃ, κοὐ δώσεις, ἐνθάδε λουσάμενος.

詩人無名氏(同じ浴場に寄せて) 正妻への甘い憧れがそなたを捉えているなら、 身を洗え、妻の前により輝いて現れるために。 金で雇われる淫らな女たちへと狂乱がそなたを駆り立てているなら、 ここで身を洗えば、そなたは金を払うどころか、手に入れる側となろう。

​Flavius Cyrus εἰς ἕτερον εὔμορφον Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳ ἐνθάδε λουσαμένη, μισθὸν ἔδωκε χάριν.

フラウィオス・キュロス(別の美しい浴場に寄せて) キュプリスはカリスたちと金色の矢持つ我が子とともに ここで身を洗い、返礼として美の恵みを授けた。

​Leontius Minotaurus εἰς ἕτερον λουτρὸν παρακείμενον τῷ δημοσίῳ ἐν Βυζαντίῳ Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦ ἀστὸς ἀνήρ, ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος. κεῖνο μέλοι πλεόνεσσιν ἐγὼ δʼ ὀλίγοις τε φίλοις τε ἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας.

レオンティオス・ミノータウロス(ビザンティオンの公衆浴場に隣接する別の浴場に寄せて) 共同の浴場の門口の傍らに、ある市民が私を建てた、 美徳のためであって、張り合うためではない。 あちらは多くの人々を相手にするがよい。私は少数と友人たちのために 注ぎ出る湯と香油と恵みを用意する。

625

​Macedonius II εἰς ἕτερον λουτρὸν ἐν Λυκίοις πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο, κρίνων λουομένων καιρὸν ἐσηλυσίης, μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνήν, ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτων οὐκ ἐθέλων χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς·4 τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις;

マケドニオス二世(リュキア地方の別の浴場に寄せて) 浴する者たちの入る時を見極める、 人間の中でも最も忠実な門番が私にあればよいのだが。 誰かが望みもしないのに、私の流れの中で裸のナーイアスの一人や、 美しい髪のカリスたちを連れたキュプリスを見てしまわぬように。 神々が姿を露わに現れるのは恐ろしいことなのだ。 ホメーロスの言葉に誰が逆らえようか。

​Marianus εἰς ἕτερον λουτρὸν ὀνομαζόμενον Ἔρωτα μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ, αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ. ἱδρὼς δʼ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς ὕδασι, φεῦ πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ· ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμήν, ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης,

マリアーノス(エロースと呼ばれる別の浴場に寄せて) かつてエロースが母なるキュプリスをこの浴場で洗い清めた、 自ら松明をもって美しい水に火を灯しつつ。 そして不死なる肌から流れ落ちた汗が白い水と混ざり合い、 ああ、なんと芳しい息吹の春を燃え立たせたことか! それゆえ水は常に薔薇の香気を立ち昇らせている、 黄金のパポスの女神がいまも身を洗っているかのように。

​Marianus εἰς τὸ αὐτό τᾷδʼ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ εὗδεν Ἔρως, Νύμφαις λαμπάδα παρθέμενος. νύμφαι δʼ ἀλλήλῃσι, “τί μέλλομεν; αἴθε δὲ τούτῳ σβέσσαμεν,”5 εἶπον, ὁμοῦ πῦρ κραδίης μερόπων. λαμπὰς δʼ ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεν νύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ.

マリアーノス(同じ浴場に寄せて) ここプラタナスの木陰で、甘やかな眠りに疲れ果てた エロースが、松明をニュムペーたちに預けて眠っていた。 ニュムペーたちは互いに言った、「何をためらっているのか、 これとともに、人間たちの胸の火を消してしまえたらよいのに」と。 しかし松明が水をも燃え立たせたゆえに、それ以来、 エロースのニュムペーたちは熱い湯を浴場に注ぎ出しているのだ。

​Joannes Barbucallus εἰς τὸ δημόσιον λουτρὸν τὸ καλούμενον Ἵππον ἐν Ἀλεξανδρείᾳ ἵππον ἐϋρρείτην χρονίῃ μάστιγι δαμέντα χρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ.

ヨーアンネース・バルブカルロス(アレクサンドリアの「馬」と呼ばれる公衆浴場に寄せて) 時の鞭に打ち倒されていた麗しき流れの「馬」を、 富裕なる王が黄金の手綱によって再び立ち上がらせた。

​Joannes Barbucallus εἰς ἕτερον αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις, καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον.

ヨーアンネース・バルブカルロス(別の浴場に寄せて) ピンダロスよ、むしろ私の流れで私がお前を清めていたなら、 「水こそ最善」と言ったとき、私の水だけを指して言ったであろうに。

630

​Leontius Minotaurus εἰς θερμὰ τὰ βασιλικά θερμὰ τάδʼ ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖς οἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην. οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ, αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη· οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά, ἀλλʼ οἷον ποθέεις, τοῖον ὑπεκφέρεται.

レオンティオス・ミノータウロス(王の温泉に寄せて) これらの温泉はまことに「王のもの」である。かつて人々が 称賛のあまり、これらにその名を授けたのだから。 この輝かしい水は人間の火によって温められるのではなく、 湧き出る熱湯が自ずと生み出されるのだ。 浴するにあたって冷たい流れを補う必要もなく、 そなたが欲する通りの湯がそのまま湧き出ているのだ。

​Agathias Scholasticus εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνεια ἐν Σμύρνῃ χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης. ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆς τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.

アガティアース・スコラスティコス(スミュルナのアガメムノーンの温泉に寄せて) 私はダナオス人たちに愛された場所であり、ここへ来て彼らは ポダレイリオスの医術をすっかり忘れてしまった。 戦いののち彼らは私の流れで傷を癒やし、 蛮族の槍の毒を洗い流したのだ。 それゆえ私は屋根を戴くまでに育まれ、誉れとして アガメムノーンの名という呼び名を得たのである。

構文注5 件
  1. 9.618λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος

    動詞 ψεύδομαι は対格目的語をとって「〜について嘘をつく、欺く」を意味し、ここでは μῦθος(昔話、神話)が主語、λωτὸν ἐρεπτομένους(ロートスを食む者たち)が対格目的語。属格 προτέρων は μῦθος に係り「昔人の物語」。オデュッセイア第9巻のロートパゴイ(ロートス食い)の挿話を下敷きにしている。

  2. 9.619εὗρες ἐλέγξαι

    εὗρες(εὑρίσκω のアオリスト2人称単数)に不定詞 ἐλέγξαι が後続し、「反駁する・打ち負かす手段を見出した/なし得た」の意を表す構文。ここではパリス(アレクサンドロス)の審判において、アプロディーテーがヘーラーを打ち負かした理由を説明している。

  3. 9.621ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος

    πόρους は「資力・生計・収入」を指し、前置詞句 ἀπὸ σώματος(肉体から)とともに「肉体によって収入を得る女」、すなわち娼婦(ヘタイラ、ハルロット)を婉曲に表現する主格分詞句。直前の妻、処女に続く第三の類型を指す。

  4. 9.625χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς

    『イーリアス』第20巻131行の有名な句の直接の引用。形容詞 χαλεποί に形容詞を修飾する限定不定詞 φαίνεσθαι(現れることにおいて)が続き、述語形容詞 ἐναργεῖς(明白に、真の姿で)を伴って「神々があらわに姿を現すことは過酷である(恐ろしい)」という意味の定型表現。

  5. 9.627αἴθε δὲ τούτῳ σβέσσαμεν

    αἴθε(願わくは〜ならんことを)にアオリスト直説法1人称複数 σβέσσαμεν(σβέννυμι)が続く構文。過去に対する反実仮想的願望、あるいは接続法を意図した後期ギリシア語的な用法。τούτῳ は後続の ὁμοῦ と結びつく与格(松明の火またはエロースを指す。女性名詞 λαμπάς は受けない)で、「これとともに人々の胸の火を消してしまえたらよいのに」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.618-9.631