- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.602-9.617
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
女性から男性への性転換を語るエウエーノスの詩、狂乱するディオニューソスの侍女たちを詠む詩、ノッシスによる肖像画への賛詠、そして様々な浴場の小ささ、優雅さ、美しさ、あるいは寒冷さを詠んだ一連のエピグラム。
Euenus ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα, κουριδίους ἤδη θαλάμῳ λύσασα χιτῶνας, ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους·1 νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δʼ Ἀφροδίτης Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους. Θῆβαι Τειρεσίην ἔλεγόν ποτε· νῦν δέ με Χαλκὶς τὴν πάρος ἐν μίτραις ἠσπάσατʼ ἐν χλαμύδι.
エウエーノス かつて処女の手をもってキュプリスを宥め、 婚礼の松明とともに結婚を祈願し、 閨房にてすでに花嫁の衣を解いた私は、 たちまち股の間に男の形を生み落とした。 花嫁からいまや花婿と呼ばれ、アプロディーテーの代わりに アレースとヘーラクレースの祭壇を花冠で飾った。 かつてテーバイはテイレイシアースを語ったが、いまやカルキスが かつて頭帯を巻いていた私を、軍衣姿で迎え入れたのだ。
Antipater πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεω ἐντύνουσι θοᾶς ἔργα χοροστασίης· ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος, ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον, ἁ τριτάτα δʼ οἰωνὸν ἐΰπτερον, ἁ δὲ τετάρτα τύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλον πᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα, ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι.
アンティパトロス 救い主ディオニューソスのこれら五人の侍女たちが、 疾き輪舞の業の支度を整える。 一人は獰猛な獅子の身を掲げ持ち、 一人はリュカーオーンの美しき角持つ鹿を、 三人目は翼豊かな鳥を、四人目は太鼓を、 五人目は青銅の重き響き鳴るガラガラを。 みな熱狂し、狂乱の心を抱き、 バッコス神の神的な狂気に打たれている。
Nossis Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον τεῦξε τὸ θʼ ὡραῖον τᾶς ἀγανοβλεφάρου. σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα,2 δέσποιναν μελάθρων οἰομένα ποθορῆν.
ノッシス この額面にはタウマレターの姿がある。かの優しき眼差しの女の 誇らしげな気品と若々しい美を、実に見事に捉えている。 家を守る牝犬でさえ、そなたを見れば尾を振ることだろう、 館の女主人を見つめているものと思い込んで。
Nossis τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας εἰκόνα γραψαμένα πάντʼ ἀνέθηκεν ἴσαν. ὡς ἀγανῶς ἕστακεν ἴδʼ ἁ χάρις ἁλίκον ἀνθεῖ. χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς.
ノッシス カローは、黄髪のアプロディーテーの館へと 自らを写し取った姿を寸分違わぬ肖像として奉納した。 いかにたおやかに立ち姿があるか見よ、気品がなんと咲き誇っていることか。 幸いあれ。彼女の生涯には何一つの非難もないのだから。
Anonymi Epigrammatici εἰς λουτρόν ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε.Κυθείρην3 ἐνθάδε λουομένην νάμασι φαιδροτάτοις· δέρκεο νηχομένην μὴ δείδιθι· οὐ γὰρ Ἀθήνην παρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας.
詩人無名氏(浴場に寄せて) かつてアレースが愛でたキュテイラを、 ここで最も澄んだ流れに浴しているのを眺めよ。 泳いでいる姿を見つめよ、恐れることはない。テイレイシアースのように 処女アテーナーを見つめているのではないのだから。
Anonymi Epigrammatici αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸν δῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην.
詩人無名氏 カリスたちが水浴びをした。そして浴場の返礼として、 自らの肢体の輝きをその水に授けた。
Anonymi Epigrammatici ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρεια τοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη.
詩人無名氏 このような水がキュテレイアを生んだのか、それともキュテレイアが 自らの肌を洗い清めて、このような水にしたのか。
Anonymi Epigrammatici τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείνας μοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται.
詩人無名氏 この浴場はカリスたちの戯れの場である。実にこの浴場は、 かのカリスたちだけを内部で遊ばせるべく受け入れるのだから。
Anonymi Epigrammatici ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλους πλείους χωρῆσαι τοῦτο τριῶν δύναται.
詩人無名氏 実にまことにカリスたちの浴場である。なぜならこの浴場は、 三人を超える他の者を収容することができないのだから。
Anonymi Epigrammatici μικρὰ μὲν ἔργα τάδʼ ἐστίν, ἔχει δʼ ἡδεῖαν ὀπωπὴν, ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις.
詩人無名氏 これらは小規模な造作であるが、心地よい眺めを持つ、 庭園の薔薇のごとく、籠の中の菫のごとくに。
Anonymi Epigrammatici ἐν μικρῷ μεγάλη λουτρῷ χάρις. ἐν δʼ ἐλαχίστῳ νάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως.
詩人無名氏 小さな浴場の中に大いなる恵みがある。ごくわずかな 流れに浴する者たちの上に、甘やかなエロースが寄り添う。
Anonymi Epigrammatici ὡς δένδρον βραχύφυλλον, ἔχει δʼ ἡδεῖαν ὀδωδήν, οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα.
詩人無名氏 葉の少ない木が快い香気を放つように、 この浴場も小さいながら、まことに愛らしい。
Anonymi Epigrammatici εἰς τὸ λουτρὸν Μαρίας τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος, εἰπών, ὡς Μαρίην, καὶ σὲ παρερχόμεθα.4
詩人無名氏(マリアの浴場に寄せて) マリアの浴場を見てモーモスは涙を浮かべ、 こう言った、「マリアの前を通り過ぎたように、お前の前も通り過ぎよう」と。
Leontius Minotaurus εἰς λουτρὸν μικρὸν παρακείμενον τῷ Ζευξίππῳ μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ· καὶ μεγάλην παρʼ Ἅμαξαν ἐρωτύλος ἡδὺ φαείνει.
レオンティオス・ミノータウロス(ゼウクシッポス浴場に隣接する小浴場に寄せて) ゼウクシッポスよ、傍らに現れ出た浴場に腹を立てるな。 大熊座の傍らでも、小さな星が甘やかに輝くものだ。
Anonymi Epigrammatici εἰς λουτρὸν ἐν Σμύρνῃ χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα πλούσιον ἐν φέγγει θήκατο λουομένοις; τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι, κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον; φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ κἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίην ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε, κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας. ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενές, ἄφθιτε Χριστέ, πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.
詩人無名氏(スミュルナの浴場に寄せて) 館よ、かつて薄暗かったそなたを、浴する者たちのために 光に満ちたものへと変えたのは、人々のうち誰であるのか。 また先頃まで煤の汚れにまみれていたが、それを消し去り、 輝く館として現した者は誰であるのか。 賢き心を持つテオドーロスであり、彼は何事においても まことに清らかな心をこれによっても示したのだ。 彼は都市の財産の管理者にして父でありながら、 そこからの私利によってその手を汚すことがなかった。 おお神よ、力強き不滅のキリストよ、祖国を愛する彼を 災いから遠ざけ、御手によって救いたまえ。
Anonymi Epigrammatici ἐνθάδε λουσαμένων Χαρίτων ποτέ, θέσκελα πέπλα βαιὸς Ἔρως ἔκλεψε, καὶ ᾤχετο· τὰς δʼ ἔλιπʼ αὐτοῦ γυμνάς, αἰδομένας θυρέων ἔκτοσθε φανῆναι.
詩人無名氏 かつてここでカリスたちが水浴びをしていたとき、幼きエロースが 神々しき衣を盗んで逃げ去った。そして彼女たちをその場に 裸のまま置き去りにし、戸口の外に姿を見せるのを恥じらわせた。
Anonymi Epigrammatici εἰς βαλανεῖον ψυχρόν τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν; αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους. πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδʼ ὑπόκεινται; οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δʼ ἕνεκα. Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλʼ ἐπίγραψον· τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας.
詩人無名氏(冷たい浴場に寄せて) 湯守よ、誰が川を壁で囲ったのか。誰が偽って この泉を浴場と呼び改めたのか。 不死の神々の愛弟子たる変幻のヒッポタデースが、 ここに住まいを移して風どもを連れてきたのだ。 足元にこの二枚の板が敷かれているのは一体何のためか。 熱気のためではなく、雪の寒さのためである。 ここは寒気と痺れの場所だ。むしろこう書き記すがよい、 「猛暑の月に浴せよ、内部には北風が吹きすさんでいるゆえ」と。
- 9.602ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους
動詞 ἐξελόχευσα は本来「出産させた、産み落とした」の意であるが、ここでは女性器から男性器(ἀνδρὸς ... τύπους)が急激に発現・変化した奇跡的変貌を比喩的に表す。μηρῶν は出所を表す分離の属格として動詞に係る。
- 9.604σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα
潜在(ἄν/κεν+希求法)の構文で、「番犬の子犬でさえ、あなたを見たら尾を振るだろう」の意。分詞 ἐσιδοῖσα は条件(「もし見たら」)を表す副詞的分詞として機能している。
- 9.606ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε Κυθείρην
語順の倒置(hyperbaton)が見られ、関係節(ἣν τὸ πάρος φιλέεσκεν Ἄρης)が先行詞 Κυθείρην より前に置かれている。先行詞 Κυθείρην は主動詞 σκοπίαζε の直接目的語(対格)である。
- 9.613ὡς Μαρίην, καὶ σὲ παρερχόμεθα
批難の神モーモスが完璧なものに対してケチをつけられずに通り過ぎるという文脈。直接目的語 Μαρίην と σέ(浴場を指す)が ὡς ... καί ...(〜と同様に…も)の相関構造で結ばれている。
