- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.359-9.363
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
人生の苦難を嘆いて不生または即死を是とするポセイディッポスの詩と、あらゆる境遇の善を説くメトロドーロスの応答詩が並び、謎解き風のパロディ詩、アルペイオスとアレトゥーサの愛に戦乱の悲劇を交えた哀歌、そして春の到来の喜びを歌う詩人の讃歌が続く。
Posidippus ποίην τις βιότοιο τάμῃ τρίβον; εἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες· ἐν δὲ δόμοις φροντίδες· ἐν δʼ ἀγροῖς καμάτων ἅλις· ἐν δὲ θαλάσσῃ τάρβος· ἐπὶ ξείνης δʼ, ἢν μὲν ἔχῃς τι, δέος· ἢν δʼ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος ἔσσεαι· οὐ γαμέεις; ζῇς ἔτʼ ἐρημότερος· τέκνα πόνοι, πήρωσις ἄπαις βίος· αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δʼ ἔμπαλιν ἀδρανέες. ἦν ἄρα1 τοῖν δισσοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτʼ, ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.
ポセイディッポス 人はいかなる人生の小径を歩むべきなのか。広場には諍いや過酷な訴訟があり、家の中には心痛がある。 田畑には労苦が満ち、海には恐怖がある。異国では富を持てば恐れが生じ、 貧しければ辛酸を舐める。妻を娶れば気苦労が絶えず、娶らねば一層孤独に暮らすことになる。 子は苦患であり、子のなき生は不具の生である。若者は思慮に欠け、老人は逆に無力である。 それゆえ選ぶべきは二つのうち一つ、初めから生まれぬことか、生まれても直ちに死ぬことかのいずれかであったのだ。
Metrodorus παντοίην βιότοιο τάμοις τρίβον εἰν ἀγορῇ μὲν κύδεα καὶ πινυταὶ πρήξιες· ἐν δὲ δόμοις ἄμπαυμʼ ἐν δʼ ἀγροῖς φύσιος χάρις· ἐν δὲ θαλάσσῃ κέρδος. ἐπὶ ξείνης, ἢν μὲν ἔχῃς τι, κλέος· ἢν δʼ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος ἔσσεται· οὐ γαμέεις; ζῇς ἔτʼ ἐλαφρότερος. τέκνα πόθος, ἄφροντις ἄπαις βίος· αἱ νεότητες ῥωμαλέαι, πολιαὶ δʼ ἔμπαλιν εὐσεβέες. οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτʼ, ἢ τὸ θανεῖν πάντα γὰρ ἐσθλὰ βίῳ.
メトロドーロス 人生のあらゆる小径を歩むがよい。広場には名誉と賢明な仕事があり、家の中には安息がある。 田畑には自然の恵みがあり、海には利益がある。異国では富を持てば名声を得、 貧しければ〔それを〕自分ひとりだけが知っている。妻を娶れば家は最善のものとなり、娶らねば一層身軽に暮らせる。 子は望みであり、子のなき生は気楽である。若者は力強く、老人は逆に敬虔である。 それゆえ二つのうち一つを選ぶ必要などない、初めから生まれぬことか死ぬことかなどと。人生にはすべて善きものがあるのだから。
Leo Philosophus μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.
哲学者レオン 我が母よ、無情な母よ、冷酷な心を持つ者よ。私は人が夜の闇のただ中で私に負わせた傷を酷く苦痛に感じている、他の死すべき者らが眠っている時に、 兜も盾もなく裸で、槍すら持たぬ者が負わせた傷を。 その剣はことごとく血で温められた。だがその後に、それは害のない生温かい尿を送り出したのだ。
Anonymi Epigrammatici ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ, ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις, ἡσύχιος τὸ πρῶτον, ἐπὴν δʼ ἐς πόντον ἵκηαι, ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης, νυμφίος αὐτοκέλευθος ἑῶν ὀχετηγὸς ἐρώτων, ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης, ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα, φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης, χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφη νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ καὶ φονίῃ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή. οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς· πορφυρέῃ δʼ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ, φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι. πολλάκι δʼ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ, αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας, ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ· ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς, καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲ Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή. οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι2 πολλαὶ ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι μαψιδίως ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες.
作者不詳 憧れを誘うアルペイオスよ、ゼウスの冠を帯びる水よ、ピサの野を塵にまみれて這い進み、 初めは静かに、やがて海に至るや、計り知れぬ海の波の下へと鋭く身を沈め、 自らの愛の水路を導く自ら道を行く花婿として、湿れる夫となってシケリアのアレトゥーサへと急ぐ者よ。 彼女はお前が疲れ喘ぐのを受け止め、海藻と海の苦い泡を拭い去り、 唇を口へと合わせた。そして花婿に注ぎかかる花嫁のように、甘美な絆で絡みつきながら、 懐に横たわるオリュンピアの水を休ませたのだ。 だが泉の水は血塗られた飛沫に混じり合った。 お前はもはやシュラクサイの褥への情熱に心を留めず、深紅の羞恥に押されてその水を押し留めた、 海と褥の双方を同時に穢すことを憚ったからである。 しばしば褥での語らいの衝動に駆られ、溢れる妻の愛へと渡っていきながらも、 お前は穢れなきアレトゥーサの水を見つめて立ち尽くしていた。 彼女もお前がペローリスの岩根で涙の波に揺れるのを見つめ、憐れみを抱いて、 美しきアレトゥーサ自らも愛しき乳房を打ち叩き、薔薇の上の露のように溶け入った。 嘆くピサの川に、シケリアの泉が応じて嘆いたのだ。 万物を見通す正義の女神の目を、ギリシアの未婚の穂を刈り取ったあの血塗られた男は免れなかった。 その男のために多くの英雄の妻たちが、短命の子らを産み落としては、いたずらにその陣痛を泣き叫んだのだった。
Meleager χείματος ἠνεμόεντος ἀπʼ αἰθέρος οἰχομένοιο, πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη. γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην, καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις. οἱ δʼ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς λειμῶνες γελόωσιν, ἀνοιγομένοιο ῥόδοιο. χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων, καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν. ἤδη δὲ πλώουσιν ἐπʼ εὐρέα κύματα ναῦται πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντος. ἤδη δʼ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ, ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ, ἔργα δὲ τεχνήεντα βοηγενέεσσι3 μελίσσαις καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ πάντῃ δʼ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει, ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα, κύκνος ἐπʼ ὄχθαισιν ποταμοῦ, καὶ ὑπʼ ἄλσος ἀηδών. εἰ δὲ φυτῶν χαίρουσι κόμαι, καὶ γαῖα τέθηλεν, συρίζει δὲ νομεὺς, καὶ τέρπεται εὔκομα μῆλα, καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει, καὶ μέλπει πετεεινά, καὶ ὠδίνουσι μέλισσαι, πῶς οὐ χ;χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι;
メレアグロス 風荒ぶ冬が空から去ると、花を運ぶ春の紫の季節が微笑んだ。 黒ずむ大地は青草を冠として戴き、芽吹いた草木は新しい葉を茂らせた。 植物を育てる暁の柔らかな露を吸って野辺は笑い、薔薇は花開く。 山々で澄んだ音色で笛を吹く羊飼いも喜び、山羊飼いは白い子山羊たちに悦びを覚える。 すでに船乗りたちは広やかな波の上を航行している、ゼピュロスの無害な微風が帆を孕ませるゆえに。 すでに人々は葡萄を運ぶディオニュソスにエウオイの歓声を上げ、房なす蔦の花で髪を飾っている。 牛から生まれた蜜蜂たちには精巧で見事な業が気にかかり、巣箱にとまっては、 多くの穴を持つ流れ出たばかりの白い美しい蜜蝋をこしらえている。 至るところで鳥の群れが甲高い声で歌っている、波のあたりではカワセミが、軒端の周りではツバメが、 川の岸辺では白鳥が、木立の下ではサヨナキドリが。 草木の髪が喜び、大地が芽吹き、羊飼いが笛を吹き、毛並みのよい羊たちが喜び、 船乗りたちが航行し、ディオニュソスが踊り、鳥たちが歌い、蜜蜂たちが産みの苦しみを経て働くなら、 どうして歌い手も春に美しい歌を歌わずにいられようか。
- 9.359ἦν ἄρα
未完了過去 ἦν に小辞 ἄρα が後続する構文。これまでの論述(人生の各境遇における苦難の列挙)を踏まえ、「〜ということになる」「〜であったのだ」と論理的帰結や確認された真理を導く表現(philosophical imperfect)。
- 9.362ᾧ ἔπι
関係代名詞 ᾧ(先行詞は前行の φοίνιος ἀνὴρ)に前置詞 ἔπι(ἐπί のアクセント後退形)が後置された句。「その男のために/その男のせいで」という原因・理由を表すか、あるいは「その男のもとで/その男の振る舞いに対して」を表す。続く主語(πολλαὶ ἡρώων ἄλοχοι)の嘆きの原因・対象として機能している。
- 9.363βοηγενέεσσι
形容詞 βοηγενής(「牛から生まれた」)の与格複数形。古代地中海世界に広く流布した、屠殺された牡牛の死骸から蜂が自然発生するという民間伝承・俗信(いわゆるブーゴニア、bougonia)を踏まえた詩的修飾辞。
