- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.341-9.358
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神託や道標としてのエピグラム、詩論(短さの美徳)、鳥や牛にまつわる機智、皇帝や貴族への誕生日祝辞、数推詩(イソプセピアー)の誇り、ギリシアの四大競技、プラトン対話篇の真贋論争など、多様な機知詩・献辞詩が連ねられる。
Glaucus α. νύμφαι, πευθομένῳ φράσατʼ ἀτρεκές, εἰ παροδεύων Δάφνις τὰς λευκὰς ὧδʼ ἀνέπαυσ’ ἐρίφους. β. ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείναν σοί τι κατὰ φλοιοῦ γράμμʼ ἐκόλαψε λέγειν1 Πάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ· ἱξοῦμαι. α. νύμφαι, χαίρετʼ· ἐγὼ δʼ ὑπάγω.
グラウコス 甲:ニンフたちよ、尋ねる私に真実を告げてくれ、通りがかりのダプニスが白い子山羊たちをここで休ませただろうか。 乙:ええ、ええ、笛吹くパンよ。そしてあの白楊の木に、あなた宛てに樹皮へ文字を刻み、こう伝えています。 「パンよ、パンよ、マレアへ、プソーピス人の山へ行け。私はそこへ行く」と。甲:ニンフたちよ、さらばだ。私は立ち去るとしよう。
Parmenion φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσας εἶναι. μὴ ζητεῖτʼ ἐν σταδίῳ δόλιχον· πόλλʼ ἀνακυκλοῦται δολιχὸς δρόμος· ἐν σταδίῳ δὲ ὀξὺς ἐλαυνόμενος πνεύματός ἐστι τόνος.
パルメニオーン 私はエピグラムの行数が嵩むのはムーサたちに適わぬと言う。スタディオン走に長距離走を求めてはならぬ。 長距離走の走路は何度も周回するが、スタディオン走においては鋭く駆られる息の張りこそがあるのだ。
Archias αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης. καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ, τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων. ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος. ἦ ἄρα πολλὴν καὶ κωφαὶ πτανῶν φροντίδʼ ἔχουσι πάγαι.
アルキアス ツグミたちとともに垣根を越えて追いやられたクロウタドリは、空中に張られた雲のような網の懐へと入った。 そしてツグミたちは逃げ場のない紐がひとまとめに締め上げたが、彼ひとりだけを編まれた網は解き放った。 歌い手たちの血統は真に聖なるものである。それゆえ鳥を捕る盲目の罠ですら、大いなる配慮を払うのだ。
Julius Leonidas ἦν ὁπότε γραμμαῖσιν2 ἐμὴν φρένα μοῦνον ἔτερπον, οὐδʼ ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις· ἀλλὰ τανῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνων ὁππόσον Οὐρανίην Καλλιόπη προφέρει.
ユリウス・レオニダス かつて私は幾何学の線図によってのみ己の心を楽しませ、イタリアの名門貴族たちには夢にも知られていなかった。 しかし今や誰からも愛されている。ウーラニアーよりカリオペーがいかに優れているかを、遅まきながら悟ったからだ。
Julius Leonidas οὐδὲ τοσόνδʼ Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ, ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα, ζῆλος ἐπεὶ μανίης μεῖζον κακὸν εἰ δὲ φονεύῃ μήτηρ, ἐν τίνι νῦν πίστις ἔτʼ ἐστὶ τέκνων;
ユリウス・レオニダス アタマースも我が子レアルコスのことで、メディアの情念が我が子を手にかけたほどには狂わなかった。 嫉妬は狂気よりも大きな害悪だからだ。だがもし母が殺すとするなら、今や子供らは誰を信じればよいのか。
Julius Leonidas αἶαν ὅλην νήσους τε διιπταμένη σὺ χελιδών, Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς· ἔλπῃ δʼ ὀρταλίχων πίστιν σέο τήνδε φυλάξειν Κολχίδα, μηδʼ ἰδίων φεισαμένην τεκέων;
ユリウス・レオニダス 全土と島々を飛び越えてきたツバメよ、お前はメディアの描かれた画板に雛を育てる巣を作るのか。 己の実の子らさえ惜しまなかったあのコルキスの女が、お前の雛への信義を守ると期待するのか。
Julius Leonidas οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν, ἀλλʼ ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα· ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα, δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν.
ユリウス・レオニダス 我ら牛は、耕しやすい畝を刻むことしか知らぬのではない。見よ、海から船をも引き揚げるのだ。 我らは櫂漕ぎの仕事を教わったのだから。海よ、お前もまたイルカを陸地に繋いで鋤を引かせるがよい。
Julius Leonidas ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαο ἔδραμε, μαστιχθεὶς κλήματι φωριδίῳ.
ユリウス・レオニダス 葡萄泥棒のヘカトーニュモスは、盗んだ蔓で打たれて冥府ハデスへと駆けていった。
Julius Leonidas ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι, Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης, ὄφρα σε κόσμος ἅπας πάππον αὐγάζηται, ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης.
ユリウス・レオニダス カエサルよ、誕生日を迎えるあなたにコティリアエの泉が治療の山を豊かに湧き出させんことを。 三人の立派な子に恵まれた父として見られたように、全世界があなたを祖父として仰ぎ見ることができるように。
Julius Leonidas Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισιν πέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς. μουσοπόλῳ δʼ ἀτελῆ, Διονύσιε, μηκέτι πέμπε ὄργανα· τίς τούτων χρῆσις ἄτερ μέλανος;
ユリウス・レオニダス ディオニュシオスよ、お前は葦ペンとともに雪のように白いパピルスの巻紙を、ナイルの氾濫の賜物として私に送ってくれた。 だが詩人には、不完全な道具をもはや送るな。墨なしにこれらに何の使い道があろうか。
Julius Leonidas Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπων Ἀστυανακτείης ἤρχετο δυσμορίης· ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσα μαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου.
ユリウス・レオニダス リュシッペーの生まれたばかりの幼子が崖から這い進み、アステュアナクスの悲惨な運命へと向かいつつあった。 しかし彼女は飢えと死からの救い手である乳房を胸から差し出し、赤子を引き戻したのだった。
Julius Leonidas Νεῖλος ἑορτάζει παρὰ Θύμβριδος ἱερὸν ὕδωρ, εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ· οἱ δʼ ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρων ᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός.
ユリウス・レオニダス ナイルはティベル川の聖なる水のほとりで祝い、カエサルの治癒を感謝して生贄を捧げると誓いを立てた。 そして百人の牛打ちが、天のゼウスの祭壇で自ら首を差し出す牡牛たちを血に染めた。
Julius Leonidas καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσας καὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον. τοῦτο δʼ ἑορτάζοντι γενέθλιον ἠριγένειαν δῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος.
ユリウス・レオニダス パッポスよ、あなたは歴史に飾られた言論を極め、友情において最も堅固な生をまっとうされた。 暁の誕生日の宴を祝うあなたに、ナイル生まれの詩人がこの贈り物を送る。
Julius Leonidas ὅν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσου θλίβομαι, ἐν δʼ ἰδίῳ τήκομʼ ὅλος πολέμῳ. ἀλλὰ διὰ στέρνων ἴθι φάσγανον ὡς γὰρ ἀριστεὺς θνῄξομʼ ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον.
ユリウス・レオニダス 戦争さえ恐れて殺さなかったこの私が、今や病に打ちひしがれ、自らの戦いの中で全身を衰弱させている。 だが剣よ、我が胸を貫け。なぜなら私は勇士として、戦争と同じく病をも退けて死ぬのだから。
Julius Leonidas οὐράνιον μίμημα γενεθλιακαῖσιν ἐν ὥραις τοῦτʼ ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω, Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοι δῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης.
ユリウス・レオニダス ポッパエアよ、ゼウスの妃たる尊厳なる后よ、ナイル生まれのレオニダスからの誕生日におけるこの天上の模倣品を受け取られよ。 あなたの寝所にもその知恵にもふさわしい贈り物が、あなたのお気に召したのだから。
Julius Leonidas Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστʼ ἀρύσασθαι ξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω· δίστιχα γὰρ ψήφοισιν ἰσάζεται.3 ἀλλὰ σύ, Μῶμε, ἔξιθι, κεἰς ἑτέρους ὀξὺν ὀδόντα βάλε.
ユリウス・レオニダス 我らは別の泉から湧く飲み物を開き、詩人レオニダスの珍しい詩文を汲み取れるようにする。 その二行詩は数において等しいのだから。だがモモスよ、立ち去って鋭い牙を他者へと向けるがよい。
Anonymi Epigrammatici τέσσαρὲς εἰσιν ἀγῶνες ἀνʼ Ἑλλάδα, τέσσαρες ἱροί, οἱ δύο μὲν θνητῶν, οἱ δύο δʼ ἀθανάτων Ζηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο. ἆθλα δὲ τῶν, κότινος, μῆλα, σέλινα, πίτυς.
作者不詳 ヘラス全土には四つの競技会があり、四つとも神聖である。二つは死すべき人間のため、二つは不死の神のためのものである。 ゼウス、レートーの子、パライモーン、そしてアルケモロス。それらの賞品は野生のオリーブ、林檎、セロリ、松である。
Anonymi Epigrammatici εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες. Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω· ἀλλὰ νόθον μʼ ἐτέλεσσε Παναίτιος. ὃς ῥʼ ἐτέλεσσε καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσει.4
作者不詳 もしプラトンが私を書かなかったのだとすれば、二人のプラトンがいたことになる。私はソクラテスの対話の精華を余すところなく帯びている。 だがパナイティオスは私を偽書と断じた。魂をも死すべきものとした彼なのだから、私をも偽書と断ずるであろう。
- 9.341σοί τι κατὰ φλοιοῦ γράμμʼ ἐκόλαψε λέγειν
動詞 ἐκόλαψε(彫った)の目的語は γράμμʼ(文字)であり、不定詞 λέγειν は刻まれた文字の内容を導く説明的不定詞(または目的・結果を表す不定詞)として機能している。直訳すれば「あなた宛てに、樹皮に文字を刻み、〜と言っている」。
- 9.344γραμμαῖσιν
ここでの γραμμαί は文学的「文字」ではなく、幾何学や数学における「線・図形」を指す。直後の「ウーラニアー(天文・学芸)よりカリオペー(叙事詩・詩歌)」との対比から、著者が数学・幾何学の研究から詩作へと転向した経歴を指していることがわかる。
- 9.356δίστιχα γὰρ ψήφοισιν ἰσάζεται
ヘレニズム・ローマ期に流行した「イソプセピアー(ἰσόψηφος)」という技巧を説明している。ψήφοισιν はギリシア文字の持つ数値の合計(算術的計算値)を指し、各連(δίστιχον)の文字の数値の総和が完全に一致するように作られていることを示す。
- 9.358ὃς ῥʼ ἐτέλεσσε καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσει
関係代名詞 ὃς に小辞 ῥα(ἄρα)が後続し、「〜したような男なのだから、当然…する」という根拠と皮肉な帰結を示す構文。ストア派の哲学者パナイティオスがプラトン対話篇『パイドン』を偽書としたこと(彼が霊魂不滅を否定したため)を当てこすっている。
