← ギリシア詞華集

ギリシア詞華集 3

§9.153-9.164

トロイアの運命とエロースの力や機知を詠む詩群

トロイア陥落の追悼とローマによる復興、木馬の計略、残酷なエロースの力、死の籤引きや頭蓋骨への冒涜が招く報い、そして書物や葦ペンをめぐる機知に富んだ小品群が歌われる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
153

​Agathias Scholasticus ὦ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα, πῆ πολύολβοι νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων; πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης; πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην. καί σε τόσον νίκησε βαρὺς φθόνος· ἀλλʼ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.

アガティアス・スコラスティコス おお都よ、汝のあの城壁はいずこへ、莫大な富を誇る 神殿はいずこへ行ったのか。屠られる牛たちの頭はいずこへ。 パポスの女神の香油壺は、そしてあの純金の衣はいずこへ。 土着のトリートーゲネイアの神像はいずこへ。 戦いと、時の推移と、力ある運命がすべてを 奪い去り、変わり果てた運命を纏わせた。 過酷なる嫉妬が汝をこれほどまでに打ち負かした。だが、されどただ 汝の名と名声だけは、覆い隠すことができない。

​Agathias Scholasticus ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέι νηῷ, ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.1 ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον εἰ γὰρ ἄθεσμος ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.

アガティアス・スコラスティコス 慈悲を垂れ給え、都の守護神よ。汝を黄金に輝く神殿において、 掟の通りに、哀れなるイーリオスたる私は崇め敬いました。 だが汝は私を見捨てて獲物とされた。林檎の代わりに 城壁の栄光のすべてを刈り取られたのです。 牛飼いひとりが死ぬだけで事足りたはずでした。なぜなら彼が無法で あったとしても、これは祖国の罪科ではなかったのですから。

155

​Agathias Scholasticus εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη. εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, εἰμὶ πάλιν βασίλεια. σὺ δʼ, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε καθʼ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.

アガティアス・スコラスティコス 異邦人よ、もし汝が生来スパルタの出であるなら、私を笑うな。 なぜなら運命は私一人にのみ斯かる事を成し遂げたのではないからだ。 もしアシアの出であるなら、嘆くな。なぜならアイネイアースの子らの ダルダノスの笏に、すべての都市が頭を垂れたのだから。 もし神々の聖域も城壁も住民たちも 嫉視する敵の武力によって空虚にされたとしても、 私は再び女王である。されば我が子よ、恐れを知らぬローマよ、 汝の正義の軛の綱をギリシア勢の上に投げ落とせ。

​Antiphilus Δέρκεο τὸν Τροίας % δεκέτη λόχον εἴσιδε πῶλον εὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης. τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύει ἔργον· ὑπὲκ νώτου δʼ Ἑλλὰς ὅλα δύεται. ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου.2

アンティピロス トロイアの十年におよぶ伏兵を見よ。甲冑に身を固めた ダナオス勢の静寂を孕む馬を見よ。 エペイオスがこれを造り、アテーナーがその業を 命ずる。そして背の下から全ギリシアが潜り込む。 実に、あれほどの大軍が無駄に滅び去ったのだ、もしアトレウスの子らにとって 戦神に対して策略の方が戦争そのものより勝るものであったならば。

​Anonymi Epigrammatici τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν ἔργον ὁ δʼ ἀνθρώπων αἵματι μειδιάει. οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδʼ ἄπιστα τῆς θειοδμήτου σκῦλα μιαιφονίης. μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο αὐτὰρ ἐπʼ αὐτοῖς ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη. καὶ ταῦτʼ οὔτʼ Ἄϊδος, οὔτʼ Ἄρεος, ἔργα δʼ Ἔρωτος λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.

無名詩人 誰がエロースを神と呼んだのか。神の悪しき業など 我らは見ぬというのに、彼は人間の血潮を見て微笑む。 素早き剣をその手に握りしめてはいないか。見よ、神のなせる 殺戮の、信じがたい戦利品を。 母が子とともに息絶え、さらには彼らの上に 報復の石打ちの刑がひとりの男を殺した。 そしてこれらはハーデースの業でもアレースの業でもなく、エロースの 業として我らは見る。あの幼な子が弄ぶ業として。

​Anonymi Epigrammatici αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζον κλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδην καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν ἐς μίαν· ἡ δʼ ἐγέλα κλῆρον ὀφειλόμενον. ἐκ τέγεος γὰρ ἄελπτον ἔπειτʼ ὤλισθε πέσημα δύσμορος, ἐς δʼ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν. ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷον οὔτʼ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες.

無名詩人 かつて三人の娘たちが、誰が先にハーデースへ 下るかをくじ引きにして互いに戯れていた。 そして三度その手から骰子を投じたが、すべて同じ一人の娘に 当たった。彼女は定められた籤に笑っていた。 なぜならその後、屋根から不慮の滑落を 不運な娘は遂げ、籤に当たった通りにハーデースへと赴いたのだから。 籤は、災いが訪れる者にとっては偽りがない。だがより良きことへは、 死すべき者にとって祈りもその手も的中することはない。

​Anonymi Epigrammatici κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου· δεξιτερὴν δʼ ἔρριψεν ἐπὶ χθόνα, καὶ λίθον ἧκεν, κωφὸν μὲν δοκέοντʼ, ἀλλὰ πνέοντα δίκης. ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο, καὶ τὸν ἀφέντα πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας. καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην.

無名詩人 辻で死者の頭蓋骨を見つめながら、ある男が 人生の共通の似姿に涙を流すことはなかった。 それどころか右手を大地に投げ下ろし、石を投げつけた、 物言わぬように見えながらも正義の息吹を放つ石を。 骨を打つと石は跳ね返り、投げたその者を 傷つけ、愛しき視力を奪い去ったからだ。 そして再びハーデースへ下って罰せられ、自らの 手の的中した愚行を嘆き悲しんだ。

160

​Anonymi Epigrammatici Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δʼ ἄρʼ ἑκάστη ἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν.

無名詩人 ヘーロドトスはムーサたちをもてなした。そこで彼女らは銘々に そのもてなしの返礼として一巻の書を彼に授けた。

​Marcus Argentarius Ἡσιόδου ποτὲ βίβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσων Πύρρην ἐξαπίνης εἶδον ἐπερχομένην βίβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτʼ ἐβόησα· ἔργα τί μοι παρέχεις,3 ὦ γέρον Ἡσίοδε;

マルクス・アルゲンターリオス かつてヘーシオドスの書物を我が手で巻き広げていると、 不意にピュラーが近づいて来るのが目に入った。 私は書物を手から地面へと投げ捨て、こう叫んだ。 「なぜ私に厄介事を持ち込むのか、老ヘーシオドスよ。」

​Anonymi Epigrammatici ἤμην ἀχρεῖον κάλαμος φυτὸν ἐκ γὰρ ἐμεῖο οὐ σῦκʼ, οὐ μῆλον φύεται, οὐ σταφυλή· ἀλλὰ μʼ ἀνὴρ ἐμύησ’ ἑλικωνίδα, λεπτὰ τορήσας χείλεα, καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος. ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα, πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι.

無名詩人 私は葦、役に立たぬ草であった。私からは 無花果も林檎も葡萄も実らぬゆえに。 だがひとりの男が私をヘリコーンの秘儀に通じさせた、細く唇を 削り穿ち、狭き流路を通すことによって。 それ以来、黒き飲み物を飲むたびに、神憑りとなったかの如く、 あらゆる言葉を、この物言わぬ口によって私は語り出すのだ。

​Anonymi Epigrammatici ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρως Αἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα· ἔκλαγε δʼ Ἀργείοις· “μὴ ψαύετε· μικρὸν ἐς ἄρη κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.”

無名詩人 トロイアの火の中から槍衾の只中を、英雄アイネイアースは 息子にとって敬虔なる重荷たる父を奪い去った。 そしてアルゴス勢に向かって叫んだ。「触れるな。戦いにおいては 老人はわずかな獲物にすぎぬが、これを背負う者には大いなるものなのだ。」

​Anonymi Epigrammatici τίς σε, Δικαιοσύνη, βροτὸς ἤκαχεν; — οὗτος ὁ κλέπτης ἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ.

無名詩人 正義の女神よ、いかなる人間が汝を苦しめたのか。「私とは何らの 関わりも持たぬのに、私をここに建てたこの盗人です。」

構文注3 件
  1. 9.154ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην

    ἀντὶ μήλου はパリスの審判における黄金の林檎を指す。ἀπεδρέψω は能動的・他動詞的な意味を帯びた中動相(アオリスト2人称単数)で、ここでは「林檎の引き換えに、城壁の栄光をすべて刈り取って奪い去った」という、林檎(果実)を摘む動詞のメタファーをトロイアの城壁破壊に重ね合わせた表現。

  2. 9.156εἰ πρὸς Ἄρηα ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου

    πρὸς Ἄρηα は「軍神(アレース)の御前で/武力において」という規準または対比を表す前置詞句。全体の条件文は過去の事実に対する反実仮想(直説法未完了過去 ἦν)の帰結部(ἀπόλοντο)と呼応し、「もしアトレウスの子らにとって武力よりも策略の方が勝るものであったならば、(戦死した)これほどの大軍は無駄死にだったことになる」というアイロニーを形成している。

  3. 9.161ἔργα τί μοι παρέχεις

    ἔργα παρέχω は「(人に)厄介事・苦労を持ち込む」という日常的な慣用句であるが、直前に言及されたヘーシオドスの教訓詩『仕事と日々』(Ἔργα καὶ Ἡμέραι)の書名(Ἔργα)と重ね合わされた掛詞(ダブルミーニング)。美少女ピュラーの誘惑に直面した語り手が、農耕や労働の訓戒を説くヘーシオドスの『仕事』を投げ出す機知を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.153-9.164