← ギリシア詞華集

ギリシア詞華集 3

§9.140-9.152

哲人の対比や牧人の悲劇と古都の陥落を詠む警句群

詩歌への苦闘、相病を癒やす狂人と昏睡者、パン神やアプロディーテーへの祈願、冥府でのディオゲネスとクロイソスの対比、笑いと涙の哲学者、家畜を失い自死した牧人、そして陥落したコリントスやトロイアの滅亡が詠まれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
140

​Claudius Claudianus ἕδρην χαλκεόπεζον ἐπὶ προθύροις Ἑλικῶνος εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς, οὐδʼ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς· τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη.

クラウディウス・クラウディアノス ヘリコーンの玄関口に、青銅の脚を持つ椅子を 背に乗せて掴みながら、ある召使いが立っていた。 そして労苦する者に詩歌への階梯を授けようとはしなかった。 それゆえに智謀に富む必要が、私の心魂を武装させたのだ。

​Anonymi Epigrammatici κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ κείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν. ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης, καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους. πληγαὶ δʼ ἀμφοτέροις ἐγένοντʼ ἄκος, αἷς ὁ μὲν αὐτῶν ἔγρετο, τὸν δʼ ὕπνῳ πουλὺς ἔριψε κόπος.

無名詩人 同じ寝床の傍らに、昏睡疾患者と狂気にとりつかれた者が 横たわり、互いの病を追い払った。 狂気ゆえに向こう見ずな者が寝床から跳び起き、 全身の感覚を失っていた男のあらゆる四肢を打ち据えたからだ。 打擲は双方にとって治療薬となり、これによって一方は 目を覚まし、他方は深い疲労によって眠りに落ちた。

​Anonymi Epigrammatici Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα ἁζόμεθʼ, ὃς πετρίνου τοῦδε κέκηδε δόμου, ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες ἀενάου πόματος, δίψαν ἀπωσάμεθα.

無名詩人 険峰を歩む者、二本角の、ニュムペーたちの先導者たるパーンを 我らは崇める。この岩の住処を気遣い、 我らに恵み深くあるようにと。絶えざる飲み水の この滴りに辿り着き、渇きを癒やした我らすべてに対して。 アンティパトロス

​Antipater λιτός τοι δόμος οὗτος ʽ ἐπεὶ παρὰ κύματι πηγῷ ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνοςʼ, ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι χαίρω, καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.1 ἱλάσκευ τὴν Κύπριν ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι οὔριος, ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.

実に質素な住処だが(私は波立つ大波の傍らに、 湿った渚の女主人として鎮座しているゆえに)、 しかし親しき処。なぜなら広大に恐れおののく海原を、 そして私にすがって救われる船乗りたちを私は喜ぶからだ。 キュプリスを宥めよ。私は汝に対し、愛において順風となるか、 あるいは輝く海原において好ましく吹くであろう。

​Anyte Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ, αἰὲν ἀπʼ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος, ὄφρα φίλον ναύτῃσι τελῇ πλόον ἀμφὶ δὲ πόντος δειμαίνει, λιπαρὸν δερκόμενος ξόανον.

アニュテー ここはキュプリスの園。彼女にとっては、 陸地から輝く大海を常に見晴るかすことが好ましかったゆえに。 船乗りたちに快い航海を全うさせんがためである。そして海原は 光輝ある木像を見つめつつ、周囲で畏敬の念に打たれている。

145

​Anonymi Epigrammatici ἐλθὼν εἰς ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας, Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα, καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου, τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου, εἶπεν “ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον, πάντα φέρω σὺν ἐμοί· Κροῖσε, σὺ δʼ οὐδὲν ἔχεις.”

無名詩人 賢明なる老境を全うしたとき、冥府へと下り、 犬のディオゲネスはクロイソスを見て笑った。 そして老人は、かの川から多くの黄金を 汲み上げた男の傍らに粗衣を敷き、 こう言った。「今や私の方にこそ、より広い場所がある。持っていたもの すべてを私は携えているからだ。だがクロイソスよ、汝は何も持っていない。」

​Anonymi Epigrammatici ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα, τὴν μὲν, ἵνʼ ἐλπίζῃς· τὴν δʼ, ἵνα μηδὲν ἔχῃς.

無名詩人 私エウヌースは祭壇の傍らに希望とネメシスを建てた。 前者は汝が希望を抱くため、後者は汝が何も持たぬためである。

​Antagoras ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται, μὴ δʼ ὕδατος προχοὰς δείδιτε χειμερίους. τοῖον γὰρ Ξενοκλῆς [ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν ζεῦγμα διὰ πλατέος τοῦδʼ ἔβαλεν ποταμοῦ.

アンタゴラース おお行け、デーメーテールの大社へ、おお行け、秘儀参入者たちよ、 冬の水の奔流を恐れてはならぬ。 ゼイニスの子ゼノクレースが、汝らのために、 この広き川を渡る斯様な安全なる橋を架けたのだから。

​Anonymi Epigrammatici τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον ἤπερ ὅτʼ ἔζης δάκρυε· νῦν ὁ βίος ἔστʼ ἐλεεινότερος. τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρὶν νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος. εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν, τὸ μεταξὺ μεριμνῶ πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.

無名詩人 人生を、ヘラクレイトスよ、かつて生きていた時よりもはるかに多く 涙せよ。今や人生はよりいっそう憐れむべきものである。 人生を、今こそ笑え、デモクリトスよ、以前よりもいっそう多く。 今や人生は何にも増して笑うべきものである。 汝ら双方を見つめながら、私自身もその間で思い惑う、 いかにして汝と共に泣き、いかにして汝と共に笑うべきかと。

​Antipater εἶχεν Ἀριστείδης ὁ βοκέρριος οὐκ ἀπὸ πολλῶν πολλά, μιῆς δʼ ὄιος καὶ βοὸς εὐπορίην. ἀλλὰ γὰρ οὐδʼ ὁ πένης ἔφυγε φθόνον ἤματι δʼ αὐτῷ θῆρες ὄιν, τὴν βοῦν δʼ ὤλεσε δυστοκίη. μισήσας δʼ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.

アンティパトロス 牛飼いのアリステイデースは、多くの財から多くを 得ていたのではなく、一頭の羊と一頭の牛の富を有していた。 だが貧者とて嫉妬から逃れ得なかった。同じ日に 野獣が羊を、難産が牛を滅ぼした。 鳴き声の絶えた小屋を憎み、袋の締め紐によって この野梨の木から自らの生命を吊り下げた。

150

​Antipater πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης. ἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶς τὴν δάμαλιν πενίης δʼ ὤλετο βουκόλιον. πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα λυγώσας, οἰκτρὸς ἀμυκήτῳ κάτθανε πάρ καλύβῃ,

アンティパトロス アリステイデースの富は一頭の未経産牛と羊毛豊かな 一頭の羊であった。これらによって彼は飢えを門口から追い払っていた。 だが彼は双方を失った。狼が小羊を、陣痛が 未経産牛を殺し、貧者の牛の群れは滅び去った。 袋を縛る革紐で首に結び目を巻きつけ、 憐れにも彼は、鳴き声の絶えた小屋の傍らで息絶えた。

​Antipater ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε; ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα, ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες Σισύφιαι, λαῶν θʼ αἱ ποτε μυριάδες; οὐδὲ γὰρ οὐδʼ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται, πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος. μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖο κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.

アンティパトロス どこにあるのか、汝の見事なる美しさは、ドーリスのコリントスよ。 どこに塔の冠が、どこに昔日の富が、 どこに至福なる神々の神殿が、どこに邸宅が、そしてどこにシシュポスの 妻たちが、かつて無数にいた民の群れがあるのか。 多大なる悲運の都よ、汝の痕跡すら残されておらず、 戦争がすべてを捕らえて食い尽くしてしまった。 ただ攻略されぬオーケアノスの娘たち、ネーレーイスたる我らのみが、 汝の悲嘆を悼むカワセミとして留まっている。

​Agathias Scholasticus ἅδε ποθʼ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδόν, ἀλλʼ ἵπποιο κακὸν ξύλον. αἴθε δʼ Ἐπειὸς κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα. οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν.2

アガティアス・スコラスティコス これぞかつての名高きプリアモスの都。この都を滅ぼすことを、 ギリシア勢の十年に及ぶ武力も公然とは あえてなし得ず、木馬の災いなる木材がこれを果たした。 木造の罠を作る前に、エペイオスが死んでくれていればよかったものを。 そうであったなら、アトレウスの子らが屋根を食らう火を放ったとて、 私がこのように我らの石の上に崩れ落ちることはなかったであろうに。

構文注2 件
  1. 9.143εἰς ἐμὲ σῳζομένοις

    前置詞 εἰς は移動の目標を示すだけでなく、保護や避難の対象(「私のもとに身を寄せて/私にすがって救われる」)を表している。単なる場所(「私のところへ来て」)ではなく、海岸に立つ神像・女神の加護に帰依して難を逃れるという因果的・依存的ニュアンスを含んでいる。

  2. 9.152οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν.

    直前の過去事象に対する願望 αἴθε δʼ Ἐπειὸς κάτθανε(「エペイオスが死んでいてくれたらよかったのに」)を事実上の条件節(前件)として受け、ἄν + 直説法過去(アオリスト ἠριπόμαν)で過去の反実仮想の帰結節(後件)を形成している。挿入された属格独立構文 Ἀτρειδᾶν... ἁψαμένων πῦρ は「アトレウスの子らが火を放ったとしても/放った際に」という譲歩的・状況的背景を示し、主動詞 ἠριπόμαν に対する妨げとならない枠組みを提示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.140-9.152