← ギリシア詞華集

ギリシア詞華集 2

§7.60-7.74

プラトーンやディオゲネースらの墓碑銘

プラトーン、ディオゲネース、アルキロコス、テミストクレースら哲学者・詩人・英雄の墓碑銘を収め、死者の高潔さ、貧困と自足の美徳、痛罵の詩の威力、祖国救済の功績とそれに対する嫉妬が詠まれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
60

​Simmias σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον, οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται.1

シッミアース 節制において、また正しい生き方において死すべき者たちに抜きん出た、 神聖なる人アリストクレースがここに横たわっている。 もし万人のうち誰かが知恵に対して大いなる賛美を受けたとするなら、 この人こそが最大のものを受け、しかも嫉妬を受けることがない。

​Anonymi Epigrammatici γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος, ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων υἱοῦ Ἀρίστωνος,2 τόν τις καὶ τηλόθι ναίων τιμᾷ ἀνὴρ ἀγαθός, θεῖον ἰδόντα βίον.

詠人知らず 大地はその懐にプラトーンのこの体を隠しているが、 アリストーンの子の魂は、至福者たちの不死の列にある。 遠方に住まう良き人も、神聖なる生を見た 彼を讃えるのだ。

​Anonymi Epigrammatici αἰετέ α. αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἢ τίνος, εἰπέ, ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; β. ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.

詠人知らず 旅人:鷲よ、なぜ墓の上に留まっているのか。あるいは、言っておくれ、 神々の星散らばる館を誰のために見つめているのか。 鷲:私はオリュンポスへと飛び去ったプラトーンの 魂の似姿である。大地より生まれた体はアッティカの土が留めている。

​Anonymi Epigrammatici τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ, γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.3

詠人知らず 死者を運ぶ者、渡し守よ、生のすべての傲慢を 脱ぎ捨てた犬、このディオゲネースを受け入れてくれ。

​Anonymi Epigrammatici α. εἰπέ, κύον, τίνος ἀνδρὸς· ἐφεστὼς σῆμα φυλάσσεις; β. τοῦ Κυνός. α. ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ κύων; β. Διογένης. α. γένος εἰπέ. β. Σινωπεύς. α. ὃς πίθον ᾤκει; β. καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.

詠人知らず 旅人:言っておくれ、犬よ、誰の塚に立ち、見張りをしているのか。 犬:犬の塚だ。 旅人:だがその犬と呼ばれる人は誰であったのか。 犬:ディオゲネースだ。 旅人:出身を言っておくれ。 犬:シノーペー人だ。 旅人:あの甕に住んでいた人か。 犬:まさにそうだ。だが今や死して、星々を自らの住まいとしている。

65

​Antipater Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον, ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμʼ ἐφοίτα σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας. ἀλλὰ τάφου τοῦδʼ ἐκτὸς ἴτʼ, ἄφρονες, ὡς ὁ Σινωπεὺς ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.

アンティパトロス これは智者たる犬ディオゲネースの墓である。彼はかつて 雄々しい心をもって、身一つで生きる生涯を全うした。 彼にとっては一つの頭陀袋、一枚の粗衣、一本の杖が 常に共に巡る友であり、自足せる思慮の武具であった。 だが愚か者どもよ、この墓の外へと去れ。シノーペーの人は 冥府においてさえ、凡庸な者をことごとく嫌悪するのだから。

​Honestus βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο Διογένευς βιότου φόρτος ὁ κουφότατος. πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς· ἀλλὰ κύον σαίνοις Κέρβερε τόν με κύνα.

ホネストゥス 杖と頭陀袋と二重の衣こそが、智者たる ディオゲネースの生涯の、この上なく軽やかな荷である。 私はすべてを渡し守のもとへと携えていく。地の上には何も残さなかったからだ。 さあ、犬なるケルベロスよ、この犬たる私にしっぽを振るがよい。

​Leonidas Ἀίδεω λυπηρὲ διήκονε, τοῦτʼ Ἀχέροντος ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ, δέξαι μʼ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην. ὄλπη μοι καὶ πήρη ἐφόλκια, καὶ τὸ παλαιὸν ἔσθος, χὠ φθιμένους ναυστολέων ὀβολός. πάνθʼ ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρʼ ᾍδαν ἔρχομʼ ἔχων λείπω δʼ οὐδὲν ὑπʼ ἠελίῳ.

レオニダース アケローン川のこの水を青黒き渡し舟で 渡って行く、冥府の嘆かわしき給仕よ、 滅び去った者たちによってそなたの身の毛もよだつ小舟が いたく沈み込んでいるとしても、犬たるディオゲネースを受け入れてくれ。 油壺と頭陀袋が私の供奉の荷であり、古びた 衣、そして死者を渡すオボロス銭がある。 生きている間に持っていたすべてを、私は携えて ハデースのもとへ行く。太陽の下には何一つ残してはこない。

​Archias Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαθὺ πορθμεύεις τοῦτʼ Ἀχέροντος ὕδωρ, εἰ καί σοι βέβριθεν ὑπʼ εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα. ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα, καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν. καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπʼ ἠελίου δʼ οὔ τι λέλοιπα φάει.

アルキアース 冥府の死者たちの導き手、万人の涙を喜ぶ者、 アケローン川のこの深い水を漕ぎ渡す者よ、 疲れ果てた者たちの影によってそなたの荷舟が 沈み込んでいるとしても、犬たる私ディオゲネースを置き去りにしないでくれ。 油壺と杖を私は携え、二重の衣と 頭陀袋、そしてそなたへの船賃のオボロス銭を持っている。 生きていたときにも、死者としてここに運ぶこれらだけを 私は持っていた。日の光の下には何一つ残してはこなかった。

​Julianus Κέρβερε δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων, ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν· Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων δριμύν, πικροχόλου τικτόμενον στόματος. οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.

ユリアノス 死者たちに向かって恐るべき吼え声を投げかけるケルベロスよ、 今こそそなた自身も戦慄すべき死者を恐れるがよい。 アルキロコスが死んだのだ。苦き胆汁の口から生まれ出る、 激しい長短格の憤激に用心せよ。 かの者の叫びの絶大な力をそなたは知っているはずだ、リュカンベースの 二人の娘を一隻の舟がそなたのもとへ運んできたときに。

70

​Julianus νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου ὄμμασιν ἀγρύπνοις τρισσὲ φύλασσε κύον. εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες, πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων νεκρὸς ἅπας, φεύγων τάρβος ἐπεσβολίης;

ユリアノス 三つ首の犬よ、今や以前にもまして、眠らぬ眼をもって 堅固なる深淵の門を見張るがよい。 もしアルキロコスの長短格の荒々しき激情を逃れようとして、 リュカンベースの娘たちが光を捨て去ったのであるなら、 言葉の嘲弄への恐れから逃れようと、すべての死者が 暗き住居の門前を立ち去らないでいられようか。

​Gaetulicus I σῆμα τόδʼ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ, αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης, μυρόμενος τρισσῶν ἅμματα θυγατέρων. ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.

ガイトゥーリクス これは海辺にあるアルキロコスの墓である。彼はかつて 穏やかなるヘリコーンを血に染め、その苦きムーサを 初めて毒蛇の胆汁に浸した。三人の娘たちの首括りの縄を 嘆き悲しむリュカンベースはそれを知っている。 旅人よ、静かに通り過ぎよ、この者の塚に 留まっている蜂どもを決して刺激することのないように。

​Menander χαῖρε, Νεοκλείδα, δίδυμον γένος,4 ὧν ὁ μὲν ὑμῶν πατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας.

メナンドロス ネオクレースの二重の裔よ、平安あれ。そなたたちの一方は 祖国を隷属から救い、他方は無知から救った。

​Tullius Geminus ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δʼ ἐπὶ ταύταν δούρατα, βαρβαρικᾶς σύμβολα ναυφθορίας, καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα. στάλα δʼ ἁ Σαλαμὶς ἐπικείσεται, ἔργα λέγουσα τἀμά τί με σμικροῖς τόν μέγαν ἐντίθετε;

トゥッリウス・ゲミヌス 質素な墓の代わりにギリシアを置け、そしてその上には 蛮族の破船の証である船材を置け。 そして塚の基礎にはペルシアの軍神と クセルクセースを描き出せ。これらによってテミストクレースを葬れ。 墓碑としてはサラミースがそびえ立ち、私の功業を 語るであろう。大いなる私を、なぜ小さなものの中に納めるのか。

​Diodorus τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης λαός, ὅτʼ ἐκ Μήδων πατρίδα ῥυσάμενος ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως ὁ φθόνος· αἱ δʼ ἀρεταὶ μεῖον ἔχουσι γέρας.

ディオドーロス テミストクレースのために、異郷のこの墓をマグネシアの 民が建てた。メディア人から祖国を救った彼が、 異国の土と石の下に入ったときに。妬みが そう望んだのだ。徳はより少なき報賞しか得られぬものである。

構文注4 件
  1. 7.60καὶ φθόνον οὐ φέρεται

    中動態 φέρεται は「(受動的・中間的に)受ける、身に引き受ける、もたらされる」の意。主語 οὗτος(プラトーン)が最大の称賛を受けながらも、その徳の卓越ゆえに嫉妬を被ることがないという文脈を形成している。

  2. 7.61υἱοῦ Ἀρίστωνος

    属格 υἱοῦ Ἀρίστωνος は、前行の Πλάτωνος と離隔して同格の関係を成している。中間に対句(ψυχὴ δʼ...)が挟まることによる語順の倒置(hyperbaton)。

  3. 7.63γυμνώσαντα βίου παντὸς ἐπισκύνιον

    ἐπισκύνιον は本来「眉の上の皮膚、しかめ面」を指すが、ここでは転じて傲慢や虚飾を意味する。分詞 γυμνώσαντα は目的語 με(私=ディオゲネース)に係る対格であり、「生における一切の傲慢・虚飾を脱ぎ捨てた」ことを表す。

  4. 7.72Νεοκλείδα, δίδυμον γένος

    呼格構成。父ネオクレース(Νεοκλῆς)の二人の同名父をもつ著名人、すなわちテミストクレースと哲学者エピクロスを指す。後続の ὧν ὁ μὲν ὑμῶν... ὁ δʼ... は関係代名詞属格による部分詞構文(「あなた方のうち一方は……他方は……」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.60-7.74