← ギリシア詞華集

ギリシア詞華集 2

§7.41-7.59

カリマコスとエウリーピデースらの墓碑銘

詩人カリマコス、エウリーピデース、ヘーシオドス、および哲学者デーモクリトスを讃える一連の墓碑銘・追悼詩。各人物の劇作・詩作・知恵・死因や逸話(エウリーピデースの落雷浄化や死因伝説への反駁、デーモクリトスの笑いと死の歓待など)が詠まれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
41

​Anonymi Epigrammatici ἆ μάκαρ ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις, χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε,

詠人知らず ああ、至福なる者、不死なるムーサたちの最も親しき炉辺の友よ、 冥府の館にあっても平安あれ、カリマコスよ。

​Anonymi Epigrammatici ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης.1 τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν, ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους, εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων αἱ δʼ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώων αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.

詠人知らず ああ、賢者たるバッティアデースの偉大にして名高き夢よ、 そなたは真に角の門から出たのであり、象牙の門からではなかった。 そなたはかつて人が知らなかったような事柄を我らに明かしてくれたのだから、 不死の神々について、また半神たちについて。 かの人をリビュエーから引き上げてヘリコーンへと ピエリアの女神たちの真ん中へと運び導いたときに。 彼女らは太古の英雄たちや神々の起源について 問う彼に対して、代わる代わる答えて語り聞かせたのであった。

​Ion χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον ἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.

イオーン ピエリアの黒き葉茂る谷間にて、永遠の夜の 寝所を得ているエウリーピデースよ、平安あれ。 そなたの不朽の栄光が、ホメーロスの尽きせぬ恩寵と 等しいものとして存続することを、地下にあっても知るがよい。

​Anonymi Epigrammatici εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος, καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες, τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν, τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα, ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτρις Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.2

詠人知らず たとえ涙に濡れた運命がそなたを捕らえ、エウリーピデースよ、 狼を引き裂く犬どもがそなたを餌食としたとしても―― 舞台における甘美な声の小夜啼鳥、アテーナイの誉れ、 ムーサたちの知恵に恩寵を織り交ぜたそなたを―― それでもそなたはペッラの墓の下へと赴いた。ムーサたちの従僕が ピエリアの女神たちの間近に住まうことができるように。

45

​Thucydides μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου· ὀστέα δʼ ἴσχει γῆ Μακεδών ἢ γὰρ δέξατο τέρμα βίου. πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις τέρψας, ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.

トゥーキュディデース 全ギリシアがエウリーピデースの記念碑である。だがその骨を留めているのは マケドニアの土である。そこが生の終わりを受け入れたからだ。 そして故郷はギリシアのギリシアたるアテーナイである。ムーサたちによって 多くの歓びを与えた彼は、多くの者たちから賛美をも受けている。

​Anonymi Epigrammatici οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε· τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται.

詠人知らず この墓がそなたの記念碑なのではない、エウリーピデースよ、そなたがこの墓の記念碑なのだ。 この墓がそなたの栄光を身にまとっているのだから。

​Anonymi Epigrammatici ἅπασ’ Ἀχαιὶς μνῆμα σόν, Εὐριπίδη· οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.

詠人知らず 全アカイアがそなたの記念碑である、エウリーピデースよ。 ゆえにそなたは無言ではなく、語り継がれるべき者なのだ。

​Anonymi Epigrammatici Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ ληφθεῖσαι, νοτίην ὦσαν ἄπʼ αἰθόμεναι· μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφά, καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.

詠人知らず 黒煙を上げる炎の突風に捕らえられた柔らかな肉身は、 燃え上がりながら湿り気を追い払った。 涙多き墓の中にはただ物言わぬ骨のみがあり、 ここを通り過ぎる道行く者たちには悲痛があるのみ。

​Bianor ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς Ζανὶ κεραυνείῳ, γαῖαν ἀπημφίασας. τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ ἥγνισε τὰν θνατὰν σώματος ἱστορίαν

ビアノール マケドニアの墓の土がそなたを覆っている。だが雷霆のゼウスによって 火に焼かれ、そなたは土を脱ぎ捨てた。 三度稲妻を走らせ、エウリーピデースよ、天上のゼウスの気息が そなたの肉体の死すべき痕跡を浄めたのだから。

50

​Archimelus τὴν Εὐριπίδεω μήτʼ ἔρχεο, μήτʼ ἐπιβάλλου, δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα. λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος· ἢν δέ τις αὐτὴν εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος· ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς, ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.

アルキメーロス エウリーピデースの道を歩むな、その道に取り掛かるな、 人には歩みがたきその道に、歌を作る者よ。 見るには滑らかで人を誘うようであるが、もし人がそこへ 踏み込むならば、苛烈なる杭よりも険しい。 アイエーテースの娘メーデイアの高みに爪を立てようとするなら、 そなたは下界で忘れ去られて横たわるであろう。月桂冠など諦めるがよい。

​Adaeus οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸς οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον, ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃ κεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω. σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου βήματα καὶ σκηνὰς ἐμβάδʼ ˘ ἐρειδομένας.

アダイオス 犬の群れがそなたを捕らえたのでもなければ、エウリーピデースよ、 冥い愛欲に無縁であったそなたを女の狂気が捕らえたのでもない。 冥府と老齢とが捕らえたのだ。そなたはマケドニアのアレトゥーサの傍らに アルケラーオスの親交に尊ばれて横たわっている。 だが私はこれをそなたの墓とは見なさない。むしろバッコスの 歩調と、悲劇の沓に支えられた舞台こそを墓と見なす。

​Demiurgus Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς, Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.

デーミウルゴス 広大なるギリシアの冠にして歌の装飾たる、 アスクラ生まれのヘーシオドスを、私(墓)は留めている。

​Anonymi Epigrammatici Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα, ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.

詠人知らず 私ヘーシオドスはヘリコーンのムーサたちにこれを捧げた、 カルキスにおいて歌により神聖なるホメーロスに打ち勝って。

​Mnasalces Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.3

ムナーサルケース 豊かな穀麦の地アスクラが故郷であったが、死せるヘーシオドスの骨は 馬を駆るミニュアース人の地が留めている。 知恵の試金石において男たちが裁かれるとき、 人間たちの間でその栄光が最も大いなる彼の骨を。

55

​Alcaeus Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων, καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν ἔρραναν, ξανθῷ μιξάμενοι μέλιτι· τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.

アルカイオス ロクリスの陰深き森の中で、ニュンペーたちが 自らの泉の水でヘーシオドスの遺骸を洗い清め、 墓を高く築いた。山羊飼いたちは黄金の蜂蜜を混ぜた乳を 墓に注ぎかけた。 九柱のムーサたちの清らかな流れを味わったかの老人は、 そのような声をも吹き出していたのだから。

​Anonymi Epigrammatici ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει· “οὐκ ἔλεγον γελόων, Πάντα πέλουσι γέλως; καὶ γὰρ ἐγὼ σοφίην μετʼ ἀπείρονα, καὶ στίχα βίβλων τοσσατίων, κεῖμαι νέρθε τάφοιο γέλως.”

詠人知らず やはりこのことはデーモクリトスの笑いの種であった、そしておそらく彼はこう言うだろう。 「私は笑いながら言ったではないか、すべては笑い草であると。 なぜなら私も、果てなき知恵と無数の書物の列の果てに、 墓の下に横たわる笑い草となったのだから。」

​Diogenes Laertius καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος; ὃς θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν, καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.

ディオゲネース・ラエルティオス 誰がこのように賢明であったろうか。誰がこれほど偉大な業を成し遂げたろうか、 万般に通じたデーモクリトスが成し遂げたほどに。 彼は訪れ来たる死を三日の間屋敷に引き留め、 パンの温かな湯気でもって死をもてなしたのだ。

​Julianus εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις, Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως.4

ユリアノス たとえ微笑まぬ死者たちを地下で治めているとしても、 ペルセポネーよ、デーモクリトスの笑う魂を 好意をもって受け入れよ。そなたのために嘆く そなたの母の心を解きほぐしたのも、唯一笑いであったのだから。

​Julianus Πλούτων δέξο μάκαρ Δημόκριτον, ὥς κεν ἀνάσσων αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.

ユリアノス 至福なるプルートーンよ、デーモクリトスを受け入れよ、常に微笑まぬ者たちを 統べるそなたが、笑う者をも一人得られるように。

構文注4 件
  1. 7.42ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης

    名詞述語として機能する物質・起源の属格(κεράων, ἐλέφαντος)。ホメーロス(『オデュッセイア』第19歌562行以下)の「真実を告げる角の門」と「偽りを告げる象牙の門」を踏まえ、カリマコスが『原因譚(アイティア)』冒頭で語る夢が真実の啓示であったことを構文的に述べている。

  2. 7.44ὡς ἂν ὁ λάτρις Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων

    接続詞 ὡς ἄν に接続法(ναίῃς)が後続する目的節。先行する「ペッラの墓(マケドニア)」と呼応し、地名としてのピエリア(マケドニア南部)と神話的存在としてのピエリアの女神たち(ムーサたち)を同一の語形「Πιερίδων」の反復によって掛詞にしている。

  3. 7.54ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης

    属格独立構文(genitive absolute)。時・条件(「知恵の試金石において人々が判定されるとき」)を表し、直前の主節「人間たちの中でその栄光が最も大いなる」(τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστίν)の適用領域・評価基準を限定・規定している。

  4. 7.58ἐπεὶ καὶ σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως

    理由を表す従属節。主語は後置された γέλως(笑い)、述語動詞は ἔκαμψε(和らげた)、直接目的語は分詞句を伴う σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοί(そなたのゆえに嘆くそなたの母=デーメーテール)。バウボー(またはイアムベー)が悲嘆に暮れるデーメーテールを笑わせた神話を背景とする構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.41-7.59