- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.170-7.183
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
井戸に落ちて母の膝で息絶えた幼子、落雷で牛を残し急死した牛飼い、墓地を荒らす農夫の非道、忠義を尽くした奴隷たちへの顕彰、婚礼の朝に冥府の花嫁となった乙女たちの悲劇など、多様な死の情景を詠む哀傷詩集篇。
Posidippus τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο ἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἥρπασε μάτηρ σκεπτομένα ζωᾶς εἴ τινα μοῖραν ἔχει· νύμφας δʼ οὐκ ἐμίηνεν1 ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνων ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.
ポセイディッポス 井戸の周りで遊んでいた三歳のアルキアナクスを、自らの姿の物言わぬ幻影が引きずり込んだ。水の中からびしょ濡れの子を母親は抱き上げ、命の分が少しでも残っていないかと見守った。幼子は泉のニュムペーたちを汚すことなく、母の膝の上で眠りに就き、深き眠りに入った。
Mnasalces Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις, τᾶσδʼ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου· ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος, οὐδʼ ἔτι νεῖται ἰξὸν ἐπʼ ἀγρευταῖς χευάμενος καλάμοις.
ムナサルケース 聖なる鳥はここでもまた、この愛らしきプラタナスの木の上に憩い、疾き翼を休めるだろう。マリス人のポイマンドロスは世を去り、獲物を捕らえる葦竿に鳥黐を塗って通うことも、もはやないのだから。
Antipater ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον, ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων, Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος· καὶ μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον ἠελίου χήρωσεν ἴδʼ ὡς τὰ κατʼ αἰθέρα λεύσσων τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.2
アンティパトロス かつてムクドリや、種子を掠め取る高空を飛ぶビストニアの鶴を追い払い、投石器の革のしなやかな帯を引いて鳥たちの群れを遠くへと退けていた私アルキメネース。だが足を刺す一匹の渇き毒蛇が、顎からの苦き毒を肉に注ぎ込み、私から太陽の光を奪ってしまった。見よ、空にあるものを注視するあまり、足元に忍び寄る災いに気づかなかった私の姿を。
Leonidas αὐτόμαται δείλῃ ποτὶ ταὔλιον αἱ βόες ἦλθον ἐξ ὄρεος, πολλῇ νιφόμεναι χιόνι· αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει ὕπνον ἐκοιμήθη δʼ ἐκ πυρὸς οὐρανίου.
レオニダース 夕暮れ時に、牛たちは大雪に打たれながら、山からひとりでに牛舎へと戻ってきた。ああ、テリマコスは樫の木の傍らで永き眠りに就いている。天の火に打たれて眠らされたのだ。
Erycius οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου· οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα δέξονται, σκιερᾷ πὰρ δρυῒ κεκλιμένου. ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δʼ ἐπὶ μάνδραν ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν.
エリュキオス テリマコスよ、お前がこの生い茂るプラタナスの木のそばで葦笛の牧歌の調べを奏でることは、もう二度とない。陰なす樫の木に寄り添って横たわるお前の葦笛から、角ある牛たちが甘き調べを聴くこともない。稲妻の熱風がお前を滅ぼしたのだ。そして牛たちは雪に追われ、暮れ方に牛舎へと降りて行った。
Antiphilus οὕτω πᾶσ’ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις, ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες, ἡ δʼ ὕνις ἐν νεκύεσσι; τί τοι πλέον; ἢ πόσος οὗτος πυρός, ὃν ἐκ τέφρης, κοὐ χθονὸς ἁρπάσετε; οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει, τοίης ἀρξαμένους πᾶσι κακοσπορίης.
アンティピロス 農夫よ、鋤にかける土塊はすべて尽きてしまい、今や牛たちは塚の背を踏み越え、鋤の刃は死者たちの中に分け入るというのか。お前に何の得があるというのか。灰から、土からではなく、お前たちが掠め取ろうとするこの小麦はいかほどのものであるのか。お前たちも永遠に生きるわけではない。万人にとってこのような悪しき種蒔きを始めたお前たちを、いつか別の者が耕すことになろう。
Antiphilus οὐχ ὅτι με φθίμενον κῆδος λίπεν,3 ἐνθάδε κεῖμαι γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς· ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δʼ ἀροτῆρος χερσὶ σιδηρείη μʼ ἐξεκύλισεν ὕνις. ἦ ῥα κακῶν θάνατόν τις ἐρεῖ λύσιν, ὁππότʼ ἐμεῖο, ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος;
アンティピロス 死せる私を弔いの配慮が見捨てたから、私がこうして麦実る大地の上に裸の遺骸となって横たわっているのではない。かつて私は手厚く葬られたのだ。だが今、農夫の手によって鉄の鋤の刃が私を転がり出させた。人は死を災いの解放と呼ぶのだろうか、旅人よ、私には墓さえも苦しみの終わりとならないというのに。
Simonides σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.
シモーニデース 父がこの塚を、亡きスピンテールの上に築いた。
Dioscorides Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ, δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα. εὐαίων ἀσινῆ τείνοις βίον ἢν δʼ ὑπὸ γήρως πρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ.
ディオスコリデース 私はリュディア人、まことリュディア人です。だが主人よ、あなたの養育係であった私ティマンテースを自由人の墓に葬ってくださった。幸いにして害なき生涯を全うされますように。もし老境によって私のところへ来られるならば、主人よ、私は冥府にあってもあなたの僕です。
Anonymi Epigrammatici σοὶ καὶ νῦν ὑπὸ γῆν, ναί, δέσποτα, πιστὸς ὑπάρχω, ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος, ὥς με τότʼ ἐκ νούσου τρὶς ἐπʼ ἀσφαλὲς ἤγαγες ἴχνος, καὶ νῦν ἀρκούσῃ τῇδʼ ὑπέθου καλύβῃ, Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους.
詠人知らず まこと主人よ、地の底にある今もなお、かつてのように私はあなたに忠実であり続け、あなたの慈愛を忘れてはおりません。かつて三度までも病から私を快復へと導いてくださり、今またペルシア生まれのマネースと銘記して、この十分なる覆い屋の下に葬ってくださいました。私に情けをかけてくださったゆえに、必要な時にはいっそう忠勤を尽くす下僕らを得られることでしょう。
Apollonides ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο, δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον, ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω· ἀμφὶς ˘ ἔμʼ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν ἔστʼ Ἀίδης· ζήσω τὸν σὸν ὑπʼ ἠέλιον.4
アポロニデース 主人よ、あなたの死の定めは取り替えられ、あなたの代わりに奴隷たる私が忌まわしき墓を満たしました。亡くなられたあかつきにその遺骸を葬ろうと、地中にあなたのために涙ながらに墓穴を穿っていたとき、周りから丸く土が崩れ落ちたのです。冥府は私にとって重荷ではありません。私はあなたの太陽の下で生きるのですから。
Andronicus οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος, Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους. ἁ δέ, σέθεν φθιμένας, πολιοὺς νεοθῆγι σιδάρῳ κείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους.
アンドロニコス いとしいダモクラテイアよ、母に嘆きを残して、そなたはアケローンの薄暗き館へと哀れにも赴いてしまった。そなたが世を去ったとき、母は研ぎたての刃物で、老いた頭から白髪の房を切り落としたのだ。
Meleager οὐ γάμον, ἀλλʼ Ἀίδαν ἐπινυμφίδιον Κλεαρίστα δέξατο, παρθενίας ἅμματα λυομένα. ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν λωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι· ἠῷοι δʼ ὀλολυγμὸν ἀνέκραγον, ἐκ δʼ Ὑμέναιος σιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο· αἱ δʼ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν παρὰ παστῷ πεῦκαι, καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν.
メレアグロス クレアリスタは婚礼ではなく、冥府の神を花婿として迎え入れた。その処女の帯が解かれるまさにそのときに。なぜなら夕暮れには花嫁の二重扉のもとで笛が鳴り響き、寝所の扉が打ち鳴らされていたのに、朝には悲痛な叫び声が上がり、沈黙させられた祝婚歌の神は哀調を帯びた声へと調べを改めたからだ。そして婚礼の天蓋の傍らで明かりを灯していたまさにその松明が、冥府へと下る死者に道を照らし出したのであった。
Parmenion ᾅδης τὴν Κροκάλης ἔφθασε παρθενίην εἰς δὲ γόους Ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντων ἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος.
パルメニオーン 冥府の神がクロカレーの処女の時を奪い去った。祝婚歌の神は止みて嘆きへと変わり、婚礼を望む者たちの希望を眠らせたのは寝所ではなく、墓であった。
- 7.170νύμφας δʼ οὐκ ἐμίηνεν
「泉のニュムペーたちを汚さなかった」の意。水死体が水源・泉を宗教的・儀礼的に穢す(μιαίνειν)という古代の観念を反映しており、子が水中で絶命せず、母に引き上げられてからその膝の上で息を引き取ったために泉の神霊の穢れとならずに済んだという文脈的解釈に基づく。
- 7.172ἴδʼ ὡς τὰ κατʼ αἰθέρα λεύσσων τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον
間投詞的命令形 ἴδε(「見よ」)に続く ὡς 節の内において、分詞句 τὰ κατʼ αἰθέρα λεύσσων(「空にあるものを注視しつつ」)と主動詞 οὐκ ἐδάην(「私は気づかなかった」)が離隔して配置され、目的語 τοὐμ ποσὶν [...] πῆμα κυλινδόμενον(「足元に転がり寄る災い」)がそれを挟む構造。高空を見上げて足元の毒蛇を見落とした愚行への自己省察が対比的に表現されている。
- 7.176οὐχ ὅτι με φθίμενον κῆδος λίπεν
οὐχ ὅτι は「〜だからではない」という慣用句(否定の先取り)。続く主節 ἐνθάδε κεῖμαι γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς(「麦実る大地の上に裸の遺骸となって横たわっている」)の理由を否定している。後に ταρχύθην γὰρ ἐγὼ τὸ πρίν(「かつて葬られたのだから」)と続くことで、無縁仏の野垂れ死にではなく、正当に埋葬された後に鋤によって暴かれたという不条理な事態を説明する。
- 7.180ζήσω τὸν σὸν ὑπʼ ἠέλιον
τὸν σὸν ὑπʼ ἠέλιον は前置詞 ὑπό(ὑπʼ)が対格を支配し修飾語 τὸν σὸν と名詞 ἠέλιον の間に置かれた詩的語順(=ὑπὸ τὸν σὸν ἠέλιον)であり、「あなたの太陽の下で(あなたが陽光の下に生きている限りにおいて)」の意。主人の代わりに墓穴の崩落に巻き込まれて死んだ奴隷が、主人が生を長らえていること自体を自分の命の代償・存続と見なしている心情を表す。
